Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου,
  • [*](U+05D0)
  • ὅτι τὸ λόγιόν σου οὐκ ἐξέκλινα.
  • ἐμνήσθην τῶν κριμάτων σου, Κύριε, ἀπʼ αἰῶνος
  • καὶ παρεκλήθην.
  • ἀθυμία κατέσχεν με
  • ἀπὸ ἁμαρτωλῶν τῶν ἐνκαταλιμπανόντων τὸν νόμον σου.
  • ψαλτὰ σάν μοι τὰ δικαιώματά σου
  • ἐν τόπῳ παροικίας μου.
  • ἐμνήσθην ἐν νυκτὶ τὸ ὄνομά σου, Κύριε.
  • καὶ ἐφύλαξα τὸν νόμον σου.
  • αὕτη ἐγενήθη μοι.
  • τὰ δικαιώματά σου ἐξεζήτησα.
  • Μερίς μου, Κύριε·
  • εἶπα φυλάξασθαι τὰς ἐντολάς σου.
  • ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου.
  • ἐλέησόν με κατὰ τὸ λόγιόν σου.
  • ὅτι διελογισάμην κατὰ τὰς ὁδούς σου.
  • καὶ ἀπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου.
  • ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην
  • φυλάξασθαι τὰς ἐντολάς σου.
  • σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι.
  • καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
  • μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι
  • ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.
  • μέτοχος ἐγὼ εἰμι πάντων τῶν φοβουμένων σε
  • καὶ φυλασσόντων τὰς ἐντολάς σου.
  • τοῦ ἐλέους σου, Κύριε, πλήρης πᾶσα ἡ γῆ·
  • τὰ δικαιώματά σου, Κύριε, δίδαξόν με.
  • [*](50 αυται Τ | παρεκαλεσαν Τ | ουκ εξεκλινα] εζησεν με U+05D0c.a εζησεν μεl ART (51) υπερηφανοι παρηνομουν (παρεν. A) εως σφοδρα| απο δε του νομου σου ουκ εξεκλινα ART 52 απ αιωνος κε U+05D0c.a ART 53 αθυμια] ακηδια R | με] μου R* 55 του ονοματος U+05D0c.a ART 56 τα δικ.] pr οτι U+05D0c.aART 57 pr ηθ R | μου] + ει U+05D0c.aARᵃT | ειπα] ειπον T | φυλαξασθαι] φυλαξασθε A pr του U+05D0c.a T | τας εντολας] τον νομον U+05D0c.a RT 58 το προσωπον R* | το λογιον] om το A 59 om οτι U+05D0c.aAT | om κατα U+05D0c.aRT | επεστρεψα ART 60 ηφυλαξασθαι] pr του U+05D0c.aART 62 εξεγειρομην AT (εξεγιρ.) | εξομολογησασθαι AR 63 φυλασσοντων] pr των U+05D0c.aART 64 το ελεος R* | om σου 1° A | Κυριε 1⁰] κυ A | om πασα U+05D0c.aART | om Κυριε 2° U+05D0c.aART)
    380
    [*](U+05D0)

  • Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου,
  • Κύριε, κατὰ τὸ λόγιόν σου.
  • χρηστότητα καὶ παιδίαν καὶ γνῶσιν δίδαξόν με,
  • ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα.
  • πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα,
  • διὰ τοῦτο τὸ λόγιόν σου ἐγὼ ἐφύλαξα.
  • χρηστὸς εἶ σύ, Κύριε, καὶ ἐν τῇ χρηστότητί σου
  • δίδαξόν με τὰ δικαιώματά σου.
  • ἐπληθύνθη ἐπʼ ἐμὲ ἀδικία ὑπερηφάνων,
  • ἐγὼ δὲ ἐν ὅλη καρδίᾳ μου ἐξεραυνήσω τὰς ἐντολάς σου.
  • ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν,
  • ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.