Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
ἐξηρεύξαντο τὰ χείλη μου ὕμνον. ὅταν διδάξῃς με τὰ δικαιώματαά σου·
φθέγξαιτο ἡ γλῶσσά μου τὸ λόγιόν σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη ἐστίν.
γενέσθω ἡ χείρ σου τοῦ σῶσαι, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην.
ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μού ἐστιν.
ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι.
ἐπλανήθην ὡσεὶ πρόβατον ἀπολωλός· ζῆσον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. ᾨδὴ τῶν ἀναβαθμῶν.
Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέν
Κύριε. ῥῦσαι τὴν ψυχὴν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας.
τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; τὸ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξιν τοῖς ἐρημικοῖς. [*] (168—169 εφυλαξα...σου (4°) sup ras pl litt Aᵃ? 168 εναντιον] ενω- ART πιον Aᵃ? | σου 3°]+ κε U+05D0c.aAa?RT 169 pr θαυ R | om δη U+05D0c.aAa?RT | ενωπιον] εναντιον Aa?R | om Κυριε 1⁰ Aᵃ? | om Κυριε 2⁰ U+05D0c.aAa?RT | κατα] pr κε A 170 σου 1°]+ κε U+05D0c.aRT | κατα] pr κε A | λογιον] κριμα A | ρυσαι] ζησον A 171 εξερευξονται AT 172 φθευξαιτο] φθεγξοιτο U+05D0c.a φθεγξεται AR* φθεγξηται T | μου] + Κυριε R* | τα λογια U+05D0c.aRT | om εστιν U+05D0c.aART 173 γενεσθω] γενηθητω R | σωσαι] +με ART 174 επεποθα U+05D0 175 αινεση T | βοηθηση T 176 ωσει] ως U+05D0c.aART | ζητον] ζητησον ART Stich 241 U+05D0 330 A 314 R 331 T CXIX 2 αδι- κιων R* 3 και] η R* 4 ηκονωμενα R) 388
[*] (U+05D0)
οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήωνσα μετὰ τῶν σκηωνμάτων Κηδάρ.
πολλὰ παρῴκησεν ἡ ψυχή μου μετὰ τῶν μισούντων τὴν εἰρήνην.
ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν. Ὠδὴ τῶν ἀναβαθμῶν.
Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη· πόθεν ἥξει ἡ βοήθειά
ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
μὴ δῷς εἰς σάλον τὸν πόδα σου, μηδέ νυστάξει ὁ φυλάσσων σε.
ἰδοὺ οὐ νυστάξει οὐδὲ ἐξυπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ.
Κύριος φυλάξει σε, Κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου·
ἡμέρας ὁ ἥλιος οὐκ ἐκκαύσει σε, καὶ ἡ σελήνη τὴν νύκτα.
Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξαι τὴν ψυχήν σου.
Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.