Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐγγὺς εἶ, Κύριε.
  • καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια.
  • κατʼ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου.
  • ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά.
  • [*](138 αληθεια R 139 εξετηξεν] κατεφαγεν R | om του οικου U+05D0c.aA*vid ART (hab Aᵃ) T | εντολων] λργων U+05D0c.aRT 141 νεωτερο U+05D0* (ς superscr U+05D01) |εγω εμι ART 142 λογος] νομος U+05D0c.aART 143 θλιψιν B | αναγκαι AT | μου] + εισιν R 144 ζησον με] ζησομαι T 145 pr κωφ B adscr α΄ Tᵐᵍ | καρδια] + μου U+05D0c.aART 146 σε] σοι U+05D0c.aT om R 147 προεφθασαν με] προεφθασα U+05D0c.aART | εφηλπισα AT 148 προς σε ορθρουν] προς ορθρον U+05D0c.aAT) U+05D0c.aAT προς σε ορθρου R* 149 λογιον] ελεος U+05D01Α (ελαιος) RT | κατα 2°] pr και R 150 προηγγ. R* | ανομια] αδικως R 151 ει] + συ AT 152 κατ αρχας] απ αρχης R* | om εγνων B (hab U+05D0c.aART))
    386
    [*](U+05D0)

  • Ἴδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με,
  • ὅτι τὸν νόμον σου οὐκ ἐπελαθόμην.
  • κρῖὴν κρίσιν μου καὶ λύτρωσαί με·
  • διὰ τὸν λόγον σου ζῆσόν με.
  • μακρὰν ἀπὸ ἁμαρτωλῶν ἡ σωτηρία,
  • ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν.
  • οἱ οἰκτιρμοί σου πολλοί, Κύριε, σφόδρα·
  • κατὰ τὰ κρίματά σου ζῆσόν με.
  • πολλοὶ οἱ ἐκδιώκοντές με καὶ ἐκθλίβοντές με·
  • ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα.
  • εἶυνθετοῦντας καὶ ἐξετηκόμην,
  • ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο.
  • ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε·
  • ἐν τῷ ἐλέει σου ζῆσόν με.
  • ἀρχὴ τῶν λόγων σου ἀλήθεια,
  • καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.
  • Ἄρχοντες κατεδίωξάν με δωρεάν,
  • καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου.
  • ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου,
  • ὡς ὁ εὑρίσκων σκῦλα πολλά.
  • ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην,
  • τὸν δὲ νόμον σου ἠγάπησα.
  • ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι
  • ἐπὶ τά κρίματα τῆς δικαιοσύνης σου.
  • εἰρήνη πολλὴ τοῖς ἀγαπῶσιν τὸν νόμον σου,
  • καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.
  • προσεδόκων τὸ σωτήριόν σου, Κύριε,
  • καὶ τὰς ἐντολάς σου ἠγάπησα·
  • καὶ ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου,
  • καὶ ἠγάπησεν αὐτὰ σφόδρα·
  • [*](ART)[*](153 pr ρης R | του νομου U+05D0c.aAT 155 η σωτηρια] om η U+05D0c.aAR*T om σου R* (hab Rᵃ) 156 οικτειρμοι A | πολλαι Rvid | om σφοδρα | U+05D0c.aART | τα κριματα] το κριμα U+05D0c.aART 157 εκθλιβοντες] θλιβοντες U+05D0c.aT 158 ιδον AT |ασυνθετουντας] ασυνετουντας U+05D0c.aART 159 Κυριπ c seqq coniung ART 160 πανια] αποντα B 161 pr κεν R adscr ιβ΄ Tᵐᵍ 163 om και B (hab U+05D01) 164 ηνεσα] αινεσω R 165 αγα- πωσι T | τοω νομον] το ονομα A 166 προσεδοκουν AR 167 om και 1° U+05D0c.aART)
    387

  • ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου,
  • ὅτι πᾶσαι αἱ ὁδοί μου ἐυαντίον σου.
  • Ἐγγισάτω δὴ ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε, Κύριε·
  • κατὰ τὸ λόγιόν σου συνέτισόν με.
  • εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου·
  • κατὰ τὸ λόγιόν σου ῥῦσαί με.