Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • τὸ στόμα μου ἤνοιξα καὶ ἤλκυσα πνεῦμα,
  • ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.
  • ἐπίβλεψον ἐπʼ ἐμὲ καὶ ἐλέησόν με
  • κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.
  • τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου,
  • καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία·
  • λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων,
  • καὶ φυλάξω τὰς ἐντολάς σου.
  • τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου,
  • καὶ δίδαξόν με τὰ δικαιώματά σου.
  • διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου.
  • ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου.
  • Δίκαιος εἶ, Κύριε,
  • καὶ εὐθὴς ἡ κρίσις σου·
  • [*](ART)[*](123 εξελειπον AT 124 σου 1⁰] + κε A | λογιον] ελεος U+05D0c.a RT | om κατα 2⁰ ART 127 σου ART] το U+05D0* (om U+05D0¹) συ U+05D0c.a | το χρυ- σιον] om το U+05D0c.aT | τοπαδιον R* (-νζιον Rᵃ) 128 κατορθουμην T 129 pr φη R | δια τουτο] δια του A | εξηραυνησεν AR* 131 ηλκυσα] ειλκυσα U+05D0c.aRT (ιλκ.) 132 επιβλεψον] adscr ι΄ Tᵐᵍ | αγαπουντων AR 133 om και μη...ανομια A* (subscr Aᵃ) 134 φυλαξοι U+05D0* (φυλαξω U+05D0¹ART) 136 κατεβησαν] διεβησαν A | εφυλαξαν] εφυλαξα U+05D0c.aAT 137 pr σαδη R | ευθεις A | η κρισις] αι κρις (sic) A)
    385

  • ἐυετείλω δικαιοσύνην τὰ μαρτύριά σου
  • καὶ ἀλήθειαν σφόδρα.
  • ἐξέτηξέν με ὁ ζῆλος τοῦ οἴκου σου,
  • ὅτι ἐπελάθοντο τῶν ἐντολῶν σου οἱ ἐχθροί μου.
  • πεπυρωμένον τὸ λόγιόν σου σφόδρα,
  • καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό.
  • νεώτερός εἰμι ἐγὼ καὶ ἐξουδενωμένος·
  • τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.
  • ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα,
  • καὶ ὁ λόγος σου ἀλήθεια.
  • θλίψεις καὶ ἀνάγκη εὕροσάν με·
  • αἱ ἐντολαί σου μελέτη μου.
  • δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα·
  • συνέτισόν με καὶ ζῆσόν με.
  • Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ, ἐπάκουσόν μου, Κύριε.
  • τὰ δικαιάματά σου ἐκζητήσω.
  • ἐκέκραξά σε, σῶσόν με.
  • καὶ φυλάξω τὰ μαρτύριά σου.
  • προέφθασάν με ἐν ἀωρίᾳ καὶ ἐκέκραξα,
  • εἰς τοὺς λόγους σου ἐπήλπισα.
  • προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς σὲ ὀρθροῦν,
  • τοῦ μελετᾷν τὰ λόγιά σου.
  • τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ λόγιόν σου,
  • κατὰ τὸ κρίμα σου ζῆσόν με.
  • προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ.
  • ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν.