Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν·
  • συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν
  • ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.
  • θεός μου εἶ σύ, καὶ ἐξομολογήσομαί σοι·
  • θεός μου εἶ σύ, καὶ ὑψώσω σε·
  • ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου
  • καὶ ἐγένου μοι εἰς σωτηρίαν.
  • ἐξομολογεῖσθε τῷ κυρίχῳ, ὅτι ἀγαθός,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
  • Ἁλληλουιά.
  • Μακάριοι ἄμωμοι ἐν ὁδῷ,
  • οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.
  • μακάριοι οἱ ἐξεραυνῶντες τὰ μαρτύρια αὐτοῦ,
  • ἐν ὅλῃ καρδίᾳ ἐκζητοῦσιν αὐτόν·
  • οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν
  • ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν.
  • σὺ ἐνετείλω τὰς ἐντολάς σου
  • φυλάξασθαι σφόδρα.
  • [*](21 σοι] + Κυριε R* 24 ημερα] pr η RT | Κυριος] pr ο AR*T 26 υμας] ART υ sup ras Aa?(ημ. A*) 27 θεος] pr ο R 28 om συ 1⁰ A* (superscr Aᵃ?) | σοι 2⁰] + Κυριε R* — Stich 48 U+05D0 59 A 57 R 56 T CXVIII 1 αλληλ.] + αλεφ R | αμωμοι] pr οι ART 2 εξερευνωντες T | εκζητησουσιν U+05D0c.aART 4 φυλαξ.] φυλασσεσθαι A¹ (φυλασεσθ. A*) T φυλασσασθαι R* (φυλαξ. Rᵃ))
    376
    [*](U+05D0)

  • ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου
  • τοῦ φυλάξασθαι τὰ δικαιώματά σου·
  • τότε οὐ μὴ ἐπαισχυνθῶ,
  • ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.