Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • παιδεύων ἐπαίδευσέν με Κύριος,
  • καὶ τῷ θανάτῳ οὐ παρέδωκέν με.
  • ἀνοίξατέ μοι πύλας δικαιοσύνης·
  • εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ κυρίῳ.
  • αὕτη ἡ πύλη τοῦ κυρίου,
  • δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.
  • [*](ART)[*](5 εν θλιψει] εκ θλιψαιως AT (-ψεως) | μοι] μου U+05D0c.aART 6 ου] pr και U+05D0c.a AT | ποιηση Τ 7 καγω] και εγω A 8 om επ ανθρωπον R* (hab Rᵇ) 9 αρχοντας U+05D0*AᵃR] αρχουσιν U+05D0c.a A*T 12 ωσει 2⁰] ως T 13 ωθεις R | Κυριος] pr ο U+05D0c.aART | αντιλαβετο R 14 ισχυς] pr η R* | υμνησεις A 16 με] + δεξια κυ εποιησεν δυναμιν U+05D0c.a ART 17 εκδιηγησομαι] διηγησομαι U+05D0c.aRT | Κυριου] pr του R* 18 καιδευων U+05D0* (παιδ. U+05D0c.a) | Κυοιος] pr ο ART)
    375

  • ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου
  • [*](U+05D0)
  • καὶ ἐγένου μοι εἰς σωτηρίαν.
  • λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,
  • οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
  • παρὰ Κυρίου ἐγένετο αὕτη,
  • καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
  • αὕτη ἡμέρα ἣν ἐποίησεν Κύριος·
  • ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
  • ὦ Κύριε σῶσον
  • ὦ Κύριε, εὐόδωσον δή.
  • εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου·
  • εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου.