Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐξομολογήσομαί σοι, Κύριε, ἐν εὐθύτητι καρδίας,
  • ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου.
  • τὰ δικαιώματά σου φυλάξω,
  • μὴ με ἐνκαταλίπῃς ἕως σφόδρα.
  • Ἐν τίνι κατορθώσει ὁ νεώτερος τὴν ὁδὸν αὐτοῦ;
  • ἐν τῷ φυλάσσεσθαι τοὺς λόγους σου.
  • ἐν ὅαρδίᾳ ἐξεζήτησά σε,
  • μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου.
  • ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου,
  • ὅπως ἄν μὴ ἁμάρτω σοι.
  • εὐλνγητὸς εἶ, Κύριε,
  • δίδαξόν με τὰ δικαιώματά σου.
  • ἐν τοῖς χείλεσίν μου ἐξήγγειλα
  • πάντα τὰ κρίματα τοῦ στόματός σου·
  • ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην
  • ὡς ἐπὶ παντὶ πλούτῳ.
  • ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω,
  • καὶ ἐκζητήσω τὰς ὁδούς σου·