Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • πάντα τὰ ἔθνη ἐκύκλωσάν με,
  • καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς·
  • κυκλώσαντες ἐκύκλωσάν με,
  • καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς·
  • ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον,
  • καὶ ἐξεκαύθησαν ὡσεὶ πῦρ ἐν ἀκάνθαις,
  • καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
  • ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν,
  • καὶ Κύριος ἀντελάβετό μου.
  • ἰσχύς μου καὶ ὕμνησίς μου ὁ κύριος,
  • καὶ ἐγένετό μοι εἰς σωτηρίαν.
  • φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων.
  • δεξιὰ Κυρίου ἐποίησεν δύναμιν,
  • δεξιὰ Κυρίου ὕψωσέν με.
  • οὐκ ἀποθανοῦμαι ἀλλὰ ζήσομαι.
  • καὶ ἐκδιηγήσομαι τὰ ἔργα Κυρίου.
  • παιδεύων ἐπαίδευσέν με Κύριος,
  • καὶ τῷ θανάτῳ οὐ παρέδωκέν με.
  • ἀνοίξατέ μοι πύλας δικαιοσύνης·
  • εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ κυρίῳ.
  • αὕτη ἡ πύλη τοῦ κυρίου,
  • δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.
  • [*](ART)[*](5 εν θλιψει] εκ θλιψαιως AT (-ψεως) | μοι] μου U+05D0c.aART 6 ου] pr και U+05D0c.a AT | ποιηση Τ 7 καγω] και εγω A 8 om επ ανθρωπον R* (hab Rᵇ) 9 αρχοντας U+05D0*AᵃR] αρχουσιν U+05D0c.a A*T 12 ωσει 2⁰] ως T 13 ωθεις R | Κυριος] pr ο U+05D0c.aART | αντιλαβετο R 14 ισχυς] pr η R* | υμνησεις A 16 με] + δεξια κυ εποιησεν δυναμιν U+05D0c.a ART 17 εκδιηγησομαι] διηγησομαι U+05D0c.aRT | Κυριου] pr του R* 18 καιδευων U+05D0* (παιδ. U+05D0c.a) | Κυοιος] pr ο ART)
    375

  • ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου
  • [*](U+05D0)
  • καὶ ἐγένου μοι εἰς σωτηρίαν.
  • λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,
  • οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
  • παρὰ Κυρίου ἐγένετο αὕτη,
  • καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
  • αὕτη ἡμέρα ἣν ἐποίησεν Κύριος·
  • ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
  • ὦ Κύριε σῶσον
  • ὦ Κύριε, εὐόδωσον δή.
  • εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου·
  • εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου.
  • θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν·
  • συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν
  • ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.
  • θεός μου εἶ σύ, καὶ ἐξομολογήσομαί σοι·
  • θεός μου εἶ σύ, καὶ ὑψώσω σε·
  • ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου
  • καὶ ἐγένου μοι εἰς σωτηρίαν.
  • ἐξομολογεῖσθε τῷ κυρίχῳ, ὅτι ἀγαθός,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.