Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
Ἠγάπησα ὅτι εἰσακούσεται ὁ θεὸς
τῆς φωνῆς τῆς δεήσεὼς μου,
ὅτι ἔκλινεν τὸ οὖς αὐτοῦ ἐμοί,
καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐπεκαλεσάμην.
περιέσχον με ὠδῖνες θανάτου,
κίνδυνοι ἅδου εὕροσάν με·
θλίψιν καὶ ὀδύνην εὗρον.
καὶ τὸ ὄομα Κυρίου ἐπεκαλεσάμην
Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου.
ἐλεήμων καὶ δίκαιος ὁ κύριος,
καὶ Κύριος ὁ θεὸς ἡμῶν ἐλεᾷ.
φυλάσσων τὰ νήπια ὁ κύριος·
ἐταπεινώθην, καὶ ἔσωσέν με.
ἐπίστρεψον, ἡ ψυχὴ μου, εἰς τὴν ἀνάπαυσίν σου,
ὅτι Κύριος εὐηργέτησέν σε·
ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου,
τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων,
καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.
εὐαρεστήσω ἐναντίον Κυρίου ἐν χώρᾳ ζώντων.
Ἁλληλουιά.
Ἐπίστευσα, διὸ ἐλάλησα·
ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.
ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου
Πᾶς ἄνθρωπος ψεύστης.
τί ἀνταποδώσω τῷ κυρίῳ
περὶ ὧν ἀνταπέδωκέν μοι;
[*](ART)[*](CXIV 1 ο θεος] κς U+05D0c.a ART 2 αυτου 2⁰] μου U+05D0c.aART | επεκα- λεσαμην] επικαλεσομαι U+05D0c.a AR επικαλεσωμαι T 3 περιεσχον] περιεκυ κλωσαν R 4 επεκαλεσαμην] επεκαλεσα A επικαλεσομαι R 5 κα δικαιος ο κυριος] ο κς και δικ. U+05D0c.a AT Κυριος και δικ. R | om κυριος 2 U+05D0c.aART | ελεει AT 7 η ψυχη] om η U+05D0c.aAT | ευεργετησεν T | σε με AR U+05D0 εξειλατο] ερρυσατο R 9 εναντιον] ενωπιον U+05D0c.a AT —Stich 15 U+05D0 18 ART CXV 2 εγω] + δε RT | ειπα] ειπον T 3 ων] P παντων U+05D0c.aART)