Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ,
  • ἀπὸ προσώπου τοῦ θεοῦ Ἰακώβ,
  • τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων
  • καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων.
  • μὴ ἡμῖν, Κύριε. μὴ ἡμῖν
  • ἀλλ᾿ ἢ τῷ ὀνόματί σου δὸς δόξαν
  • ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου.
  • μή ποτε εἴπωσιν τὰ ἔθνη
  • Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν
  • ὁ δὲ θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ ἄνω·
  • ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς
  • πάντα ὅσα ἠβούλετο ἐποίησεν.
  • τὸ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον,
  • ἔργα χειρῶν ἀνθρώπων.
  • [*](ART)[*](CXIII 1 εξοδου A | οικου] οικοι U+05D0 2 η Ιουδαια] om η U+05D0c.aART | Ισραηλ η εξουσια] Ιηλ εξουσια A*vid (Ιηλ εις εξουσια [sic] Aᵃ) Rvid T 3 η θαλασσα] om η R | ιδεν AT | ο Ιορδανη A* (ο Ιορδανης Aa?) Ιορδα- νης R 4 ως 1°] ωσει ART 5 τι] + σοι U+05D0c.aART | Ιορδανης R | ανεχωρησας] εστραφης U+05D0c.aA (-φη A* -φης Aᵃ) T 6 εσκιρτησατε] pr οτι U+05D0c.aAᵃ (τα ορη οτι εσκι sup ras) RT | ως] ωσει U+05D0c.aART | κρισι] + και οι βουνοι ως αρνια προβατων U+05D0c.a ART 8 την πετρον] om την R 9 αληθια U+05D0A 10 τα εθνη] εν τοις εθνεσιν R 11 om ανω εν τοις ουρανοις U+05D0c.aAT (hab ανω εν τω ουρανω R) | επι της γης] εν τη γη U+05D0c.aART | ηβουλετο] ηθελησεν U+05D0c.aART)
    371

  • στόμα ἔχουσιν καὶ οὐ λαλοῦσιν,
  • [*](U+05D0)
  • ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται·
  • ὦτα ἔχουσιν καὶ οὐκ ἀκούσονται,
  • ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται·
  • χεῖρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν,
  • πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν·
  • οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν.
  • ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ
  • καὶ πάντες οἱ πεποιθότες ἐπʼ αὐτοῖς.
  • οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον·
  • βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
  • οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ Κύριον·
  • βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
  • οἱ φοβούμενοι τὸν κύριον ἤλπισαν ἐπʼ αὐτόν·
  • βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
  • Κύριος ἐμνήσθη ἡμῶν καὶ εὐλόγησεν ἡμᾶς,
  • εὐλόγησεν τὸν οἶκον Ἰσραήλ,
  • εὐλόγησεν τὸν οἶκον Ἀαρών·
  • εὐλόγησεν τοὺς φοβουμένους τὸν κύριον,
  • τοὺς μικροὺς μετὰ τῶν μεγάλων.
  • προσθείη Κύριος ἐφʼ ὑμᾶς,
  • ἐφʼ ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν·
  • εὐλογημένοι ὑμεῖς ἐστε τῷ κυρίῳ,
  • τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.
  • ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ,
  • τὴν δὲ γῆν ἔδωκεν τοῖς υἱοῖς τῶν ἀνθρώπων.
  • οὐχ οἱ νεκροὶ αἰνέσουσίν σε, Κύριε,
  • οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ἅδου·
  • ἀλλ᾿ ἡμεῖς οἱ ζῶντες εὐλογήσωμεν τὸν κύριον
  • ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.