Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ,
  • καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • [*](31 διωκοντων] καταδιωκοντων U+05D0c.aART —Stich 6A U+05D0AR 62 T CIX 1 ο ART 5| κυριος] om ο 2 δυναμεως] + σου R | εξαποστελει] εξαποστελλει R + σοι U+05D0c.aT | Σειων T 3 αρχη] pr η U+05D0c.aART | τη λαμπροτητι] ταις λαμπροτεσι U+05D0c.aT ταις λαμπροτησιν A | αγιων] + σου U+05D0c.a AT | εξεγεννησα] εγεννησα U+05D0c.aAT 4 om ει AT 5 οργης] pr της R 6 κρινει εν ART] κρινιν U+05D0* κρινι ε U+05D0c.a vid | πληρωση T | πτωματα ART | συνθλαση T γην πολλην] γης πολλην (sic) U+05D0c.a γης πολλων ART 7 πιεται] + υδωρ A | υψωση T — Stich 14 U+05D0 Τ 15 A 13 R CX 1 ευθιων U+05D0AT 2 Κυριου] pr του R | εξεζητημενα] εξητημενα R 3 εξομολογησεις U+05D0A | μεγαλοπρεπια Τ)
    368
    [*](U+05D0)

  • μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ,
  • ἐλεήμων καὶ οἰκτίρμων ὁ κύριος·
  • τροφὴν ἔδωκεν τοῖς φοβουμένοις αὐτόν,
  • μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ.
  • ἰσχὺν ἔργων ἑαυτοῦ ἀνήγγειλεν τῷ λαῷ ἑαυτοῦ,
  • τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν.
  • ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις·
  • πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ,
  • ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
  • πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι.
  • λύτρωσιν ἀπέστειλεν τῷ λαῷ αὐτοῦ·
  • ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ·
  • ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ.
  • ἀρχὴ σοφίας φόβος Κυρίου.
  • σύνεσις ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὴν·
  • ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • Ἁλληλουιά.
  • Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν κύριον,
  • ἐν ταῖς ἐντολαῖς αὐτοῦ θέλει σφόδρα·
  • δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ,
  • γενεὰ εὐθείων εὐλογηθήσεται·
  • δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ,
  • καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσι·
  • ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος.
  • χρηστὸς ἀνὴρ ὁ οἰκτίρμων καὶ κιχρῶν,
  • οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει·
  • [*](ART)[*](4 οικτειρμων A 5 αυτον] αυτου R 6 εαυτου bis] αυτου U+05D0c.aART | ενηγγειλεν R 7 αληθια U+05D0 (item 8) 8 στηριγμεναι R 9 απεστειλεν] + κς U+05D0c.aTAR | διαθηκης U+05D0c.a 10 συνεσις (-σεις A)] + δε U+05D0c.a (ras U+05D0c.b) | πασιν U+05D0c.aAR — Stich 21 U+05D0ART CXI 1 αλληλουια] + της επιστροφης Αγγαιου και αχαριου R + Ζαχαριου T | θελει] θελησει U+05D0c.aART | om σφοδρα A*vid (hab Aᵃ?) 2 εσται εν τη γη R | ευθιων U+05D0T (ευθειων A) 4 εξανε- τειλεν (seq ras 4 litt [τοις ut vid) in A) | ευθεσιν RT | οικτειρμων A | δικαιος] + κς ο θς A + ο κυριος R 5 οικτιρμων] οικτειρων A (? R) οικτιρων (? R) T | οικονομηση Τ)
    369

  • ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται·
  • [*](U+05D0)
  • εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.
  • ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται·
  • ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ τὸν κύριον.
  • ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ φοβηθήσεται,
  • ἕως οὗ ἐφίδῃ τοὺς ἐχθροὺς αὐτοῦ.
  • ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν,
  • ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
  • τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ.
  • ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται,
  • τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται·
  • ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται.
  • Ἁλληλουιά.
  • Αἰνεῖτε, παῖδες, Κύριον,
  • αἰνεῖτε τὸ ὄνομα αὐτοῦ.
  • εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον
  • ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος·