Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
καὶ σύ, Κύριε κύριε, ποίησον μετʼ ἐμοῦ ἔλεος ἕνεκα τοῦ ὀνό- μάτος σου, ὅτι χρηστὸν τὸ ἔλεός σου, ῥῦσαί με·
ὅτι πτωχὸς καὶ πένης ἐγώ εἰμι, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου.
ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθη, ἐξετινάχθην, ὡσεὶ ἀκρίδες.
πὰ γόνατα μου ἠσθένησαν ἀπὸ νηστιας, καὶ ἡ σαρξ μου ἠλλοιώθη δι᾿ ἔλαιον.
καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν.
βοήθησόν μοι, Κύριε ὁ θεός μου, σῶσόν με κατὰ τὸ μέγα ἔλεός σου·
καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη, καὶ σύ, Κύριε, ἐποίησας αὐτήν,
καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις· οἱ ἐπανιστανόμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται.
ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπήν, καὶ περιβαλλέσθωσαν αἰσχύνην ὡσεὶ διπλοίδα αὐτῶν.
ἐξομολογήσομαι τῷ κυρίῳ σφόδρα τῷ στοματί μου, [*] (ART) [*] (17 καταραν] α 2⁰ sup ras Aᵃ 18 εισηλθε R | ως 2⁰] ωσει AT | ως 3°] ωσει U+05D0c.aART 19 ζωνη U+05D0c.a TR] ζωνην U+05D0*A | ζωννυται] περιζωννυται U+05D0c.a ART 20 Κυριου R 21 om ελεος 1⁰ U+05D0c.a A* (hab Aᵃ?) R | ενεκεν U+05D0c.aART 22 ειμι εγω ART | τεταρακται] εταραχθη R 23 εκκλινειν R | αντανῃρεθη] αντανηρεθην U+05D0c.a RT ανταναιρεθην A 24 νηστειας A | ελεον U+05D0 25 ιδοσαν AΤ 26 σωσον] pr και AT | om μεγα U+05D0c.aART 28 ευλογησης | επανισταμενοι Τ | αισχυνθητωσαν] αισχυνθησονται R 29 με] μοι R | περιβαλεσθωσαν ART | αισχυνην ωσει διπλοιδα (-δαν U+05D0)] ωσει διπλ. αισχ. U+05D0c.aR ως διπλ. αισχ. AT 30 τω κυριω] om τω U+05D0c.a | τω στοματι] pr εν U+05D0c.a ART) 367
καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν· [*] (U+05D0)
ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν διωκόντων τὴν ψυχὴν μου. Τῷ Δαυεὶδ ψαλμός.
Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
ῥάβδον δυνάμεως ἐξαποστελεῖ Κύριος ἐκ Σιών· καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.
μετὰ σοῦ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. ἐν τῇ λαμπρότητι τῶν ἁγίων· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννῃσά σε.
ὤμοσεν Κύριος καὶ οὐ μεταμεληθήσεται Σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ.
κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασι.
κρινεῖ ἐν τοῖς ἔθνεσιν, πληρώσει πτῶμα. συνθλάσει κεφαλὰς ἐπὶ γῆν πολλήν.
ἐκ χειμάρρου ἐν ὁδῷ πίεται διὰ τοῦτο ὑψώσει κεφαλὴν. Ἁλληλουιά.
Ἐξομολογήσομαί συι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. ἐν βουλῇ εὐθείων καὶ συναγωγῇ.
μεγάλα τὰ ἔργα Κυρίου. ἐξεζητημένα εἰς πάντα τά θελήματα αὐτοῦ·