Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ὁ θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς·
  • ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπʼ ἐμὲ ἠνοίχθη,
  • [*](ART)[*](3 εγερθητι] εξεγερθητι U+05D0c.aART 4 om και U+05D0c.aART 5 μεγα] εμε- γαλυνθη R | επανω] εως 8 υψωθησομαι] αγαλλιασομαι R | σκηνωματων] σκηνων ART | εκμετρησω] διαμετρησω ART 9 Γαλααδ] δ sup ras Aa | Μανασσης ART | Eφρεμ (? R) T | αντιλημψις] κραταιωσις R | βασιλευς pr ο R 10 εκτενω] επιψαλω U+05D0c.aAT | οι αλλοφυλοι] om οι U+05D0c.aART 11 απαξη T | τις 2⁰] pr η U+05D0c.aART | οδηγηση T 12 ουχι 2⁰] ουκ U+05D0c.aART | om ο 3⁰ R* 13 βοηθιαν AT 14 ποιησωμεν AΤ | εξουδενωση | εχθρους ημων] θλι- βοντας ημας A¹ Stich 27 U+05D0 29 A 28 R 30 CVIII 1 ψαλμος τω Δ. ART 2 ηνοιχθη] οι sup ras Aᵃ)
    365
  • ἐλάλησαν κατ᾿ ἐμοῦ γλώσσῃ δολίᾳ·
  • [*](U+05D0)

  • καὶ λόγοις μίσους ἐκύκλωσάν με,
  • καὶ ἐπολέμησάν με δωρεάν.
  • ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με,
  • ἐγὼ δὲ προσευχόμην·
  • καὶ ἔθεντο κατʼ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν,
  • καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου.
  • κατάστησον ἐπʼ αὐτὸν ἁμαρτωλόν,
  • καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ·
  • ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος.
  • καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἶς ἁμαρτίαν.
  • γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι,
  • καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος·
  • γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοί,
  • καὶ ἡ γυνὴ αὐτοῦ χήρα·
  • σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν,
  • ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν.
  • καὶ ἐξεραυνησάτω δανιστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ·
  • διαρπασάτωσαν ἀλλότριοι πάντας τοὺς πόνους αὐτοῦ·
  • μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήμπτωρ,
  • μηδέ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ·
  • γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολέθρευσιν,
  • ἐν γενεᾷ μιᾷ ἐξαλειφθήτω τὸ ὄνομα αὐτοῦ.
  • ἀναμνησθείη ἡ ἁμαρτία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίοι,
  • καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη·
  • γενηθήτωσαν ἔναντι Κυρίου διὰ παντός,
  • καὶ ἐξολεθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.
  • ἀυθʼ ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος,
  • καὶ κατεδίωξεν πένητα καὶ πτωχὸν
  • καὶ κατανενυγμένον τῇ καρδία τοῦ θανατῶσαι.
  • [*](2 γλωσσαν δολιαν R 4 ενδιαβαλλον U+05D0* (ενδιεβ. U+05D0¹) | προσευχομην] ART προσηυχομην AT προσευχομαι R 5 κακα] πονηρα R 8 λαβοι] λαβετω R 9 οι υιοι] om οι R 10 οι υιοι] om οι R | om αυτου R 11 om και U+05D0c.aA* (hab Aᵃ) RT | εξερευνησατω RT | διαρπασατωσαν] pr και AT | om παντας U+05D0c.aAT | αυτου] υ sup ras Aᵃ? 12 οικτειρμων A ορφανοις] pr φοβουμ (sic) U+05D0* punctis et uncis improb U+05D0¹ 13 εξαλειφθητω] εξαλιφθιη U+05D0c.aT (-φθειη) | αυτου 2⁰] αυτων R 14 αμαρτια 1⁰] ανομια U+05D0c.aART 15 εναντι] εναντιον U+05D0c.aAT | εξολθρ. T* (εξολεθρ. T¹) | αυτων] αυτου AR 16 εμνησθησαν RT | του ποιησαι] om του U+05D0c.aT | κατεδιωξαν RT | πενητα] pr ανου U+05D0c.aART | κατανυγμενον R | post θανατωσαι ras 2 vel 3 lilt A?)
    366
    [*](U+05D0)

  • καὶ ἠγάπησεν κατάραν, καὶ ἥξει αὐτῷ·
  • καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπʼ αὐτοῦ.
  • καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτον,
  • καὶ εἰσῆλθεν ὡς ὕδωρ εἰς τὰ ἔνκατα αὐτοῦ
  • καὶ ὡς ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ·
  • γενηθήτω αὐτῷ ὡς ἱμάτιον ὁ περιβάλλεται.
  • καὶ ὡσεὶ ζώνη ἣν διὰ παντὸς ζώννυται.
  • τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίῳ
  • καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου.