Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καὶ ἐπετίμησεν τῇ ἐρυθρῷ θαλάσσῃ καὶ ἐξηράνθη,
  • καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ ὡς ἐν ἐρήμῳ
  • καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρῶν μισούντων,
  • καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθροῦ·
  • καὶ ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς,
  • εἰς ἐξ αὐτῶν οὐχ ὑπελείφθη.
  • καὶ ἐπίστευσαν ἐν τοῖς λόγοις αὐτοῦ,
  • καὶ ᾔνεσαν τὴν αἴνεσιν αὐτοῦ.
  • ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ.
  • οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ·
  • καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ,
  • καὶ ἐπείρασαν τὸν θεὸν ἐν ἀνύδρῳ.
  • καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν,
  • καὶ ἐξαπέστειλεν πλησμονὴν εἰς τὴν ψυχὴν αὐτῶν.
  • καὶ παρώργισαν Μωυσῆν ἐν τῇ παρεμβολῇ
  • καὶ Ἀαρὼν τὸν ἅγιον Κυρίου·
  • ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν Δαθάν,
  • καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών·
  • [*](5 μετα της κληρονομιας] εν τη κληρονομια U+05D0* (μετα της κληρονομια [sic] U+05D0c.a) U+05D0ART 7 om και 1⁰ U+05D0AR1T | παραπικραναν U+05D0* (παρεπ. U+05D0¹) | αναβαινοντας R | ερυθα A* (superscr ρ A¹) | θαασση T* (superscr λ T¹) U+05D0 δυναστιαν U+05D0T 9 επε- τμησεν] ε 2⁰ sup ras Ab | ερημω] pr τη R* 10 χειρων] κειρος ART T | μισουντων (μισουντ rescr U+05D0¹)] μισουντος U+05D0c.a ART | εχθρου] εχθρων U+05D0c.a 11 om και AT 12 επιστευσαν] ηπιστησαν R | εν τοις λογοις] τω λογω U+05D0c.a | ηνεσαν] ησαν U+05D0c.a T | την αινεσιν] τας αινεσεις R 13 εταχυνεν R* (-ναν Rᵃ) 15 το αιτημα] τα αιτηματα R | om και 2⁰ AT | εξαπεστειλεν (εξαποστ. A)] εισηγαγεν R | την ψυχην] τας ψυχας U+05D0c.a ART 16 Μωυσην (Μωσ. A)] pr τον U+05D0AT | om και 2⁰ U+05D0c.a T | Ααρων] pr τον U+05D0* (om U+05D0c.a) AT 17 ηνυχθη U+05D0 | συναγωυην] συ sup ras Aa?)
    358
    [*]((B) (U+05D0))

  • καὶ ἐξεκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν,
  • καὶ φλὸξ κατέφλεξεν ἁμαρτωλούς.
  • καὶ ἐποίησαν μόσχον ἐν Xωρήβ,
  • καὶ προσεκύνησαν τῷ γλυπτῷ·
  • καὶ ἠλλάξαντο τὴν δόξαν αὐτῶν
  • ἐν ὁμοιώματι μόσχου ἔσθοντος χόρτον.
  • ἐπελάθοντο τοῦ θεοῦ τοῦ σώζοντος αὐτούς,
  • τοῦ ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ,
  • θαυμαστὰ ἐν γῇ Χὰμ καὶ φοβερὰ ἐπὶ θαλάσσης ἐρυθρᾶς.
  • καὶ εἶπεν τοῦ ἐξολεθρεῦσαι αὐτούς,
  • εἰ μὴ Μωυσῆς ὁ ἐκλεκτὸς αὐτοῦ
  • ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ,
  • τοῦ ἀποστρέψαι ἀπὸ θυμοῦ ὀργῆς αὐτοῦ
  • τοῦ μὴ ἐξολεθρεῦσαι.
  • καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητήν,
  • καὶ οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ·
  • καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν,
  • οὐκ εἰσήκουσαν τῆς φωνῆς Κυρίου.
  • καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ αὐτοῖς,
  • [*](¶ B)
  • τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ,¶
  • καὶ τοῦ καταβαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔθνεσιν
  • καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖς χώραις.
  • καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ,
  • καὶ ἔφαγον θυσίας νεκρῶν·