Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν,
  • καὶ ἐπληθύνθη ἐπʼ αὐτοὺς ἡ πτῶσις.
  • καὶ ἔστη Φινεὲς καὶ ἐξιλάσατο,
  • [*](U+05D0ART)[*](18 om και 2⁰ U+05D0ART 19 Xωβηβ Rvid 20 αυτων] αυτου U+05D0c.a ART | εσθιοντος RT αισθ.) 21 του θεου] κυ U+05D0* θυ U+05D0c.a AT τον θεον R* | σωζοντος] ρυσαντος (sic) R* | αυτους] αυτου R | μεγαλα] μεγαλεια A¹R 22 θαυμασια U+05D0c.a (-στα U+05D0c.b) ART | om και U+05D0ART 23 εγλεκτος B* (εκλ. Bᵃᵇ) | τη θραυσει] om τη U+05D0* (hab U+05D0c.a) | του αποστρ.] του μη αποστρ. U+05D0* (om μη U+05D0c.a vid) | απο θυμου οργης] την οργην U+05D0* R* τον θ. U+05D0c.a vidAT | εξολεθρευσαι] + αυτους ART 24 om και 2⁰ U+05D0ART | επιστρευσαν U+05D0edit 25 εγογγυζον R 26 αυτοις] επ αυτους ART | ερημω] ερη.. B* μω praeter lineas subscr B?; deest B* usque CXXXVII 6 27 om και 2° T | διασκορπισαι (-σε A)] α 1⁰ sup ras Aa 28 θυσιαν R 29 παρω- ξυναν] παρεπικραναν R* | επ] εν ART | αυτους] αυτοις U+05D0c.aART)
    359
  • καὶ ἐκόπασεν ἡ θραῦσις·
  • [*](U+05D0)

  • καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην
  • εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος.
  • καὶ παρώργισαν ἐφʼ ὕδατος Ἀντιλογίας,
  • καὶ ἐκακώθη Μωυσῆς δι᾿ αὐτούς,
  • ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ,
  • καὶ διέστειλεν τοῖς χείλεσιν αὐτοῦ.
  • οὐκ ἐξωλέθρευσαν τὸ ἔθνη ἃ εἶπεν Κύριος.
  • καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσιν
  • καὶ ἔμαθον τὰ ἔργα αὐτῶν·
  • καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν,
  • καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον·
  • καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν
  • καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις,
  • καὶ ἐξέχεαν αἷμα ἀθῷον,
  • αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων·
  • ἔθυσαν τοῖς γλυπτοῖς Χανάαν·
  • καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασιν,
  • καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν·
  • καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
  • καὶ ργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ,
  • καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ·
  • καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐθνῶν,
  • καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτούς·
  • καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν,
  • καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν.
  • πλεονάκις ἐρρύσατο αὐτούς,
  • αὐτοὶ δὲ παρεπίκραναν ἐν τῇ βουλῇ αὐτῶν,
  • καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν.
  • [*](32 παρωργισαν] + αυτον U+05D0c.a ART | εφ] επι A 33 τοις χειλεσιν] pr εν ART U+05D0c.aART 34 εξολεθρ. T | Κυριος] + αυτοις U+05D0c.aART 36 εισκανδαλον A 38 εθυσαν] ων εθυον U+05D0c.a ων εθυσαν AT και εθυσαν R | εφονοκτονηθη] εφο- νοκτηνηθη U+05D0* (εφονοκτον. U+05D0¹) ονοκτονη sup ras Aa εφονοκτη (? κθη) Rvid | αιμασιν] + αυτων A 39 om και εμιανθη...αυτων 2⁰ A (not adscr A?ᵐᵍ) | εμιανθη] + η γη R* 40 επι] εις R* 41 εθνων] εχθρων A* (sup ras) 42 θησαν υπο τας χειρας αυτωl sup ras Aᵃ 43 ερυσατο Τ | παρεπικραναν] + αυτον U+05D0c.aART 43 CVI 2 εν τη βουλη....εχθρου rescr Rᵃ (periit R*))
    360
    [*](U+05D0)

  • καὶ ἴδεν ἐν τῷ θλίβεσθαι αὐτούς,
  • ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν·
  • καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ,
  • καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ.
  • καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς
  • ἐναντίον πάντων αἰχμαλωτισάντων αὐτοὺς.
  • σῶσον ἡμᾶς, Κύριε ὁ θεὸς ἡμῶν,
  • καὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν,
  • τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι τῷ ἁγίῳ σου.
  • τοῦ ἐνκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου.
  • εὐλογητὸς Κύριος ὁ θεὸς Ἰσραὴλ
  • ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος·
  • καὶ ἐρεῖ πᾶς ὁ λαός Γένοιτο.