Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • εἶπεν. καὶ ἦλθεν ἀκρὶς καὶ βροῦχος οὗ οὐκ ἦν ἀριθμός,
  • καὶ κατέφαγεν πάντα τὸν χόρτον ἐν τῇ γῇ αὐτῶν,
  • καὶ κατέφαγεν τὸν καρπὸν τῆς γῆς αὐτῶν.
  • καὶ ἐπάταξεν πᾶν πρωτότοκον ἐκ τῆς γῆς αὐτῶν,
  • ἀπαρχὴν παντὸς πόνου αὐτῶν.
  • [*](25 om και U+05D0c.a ART | αυτων] αυτου U+05D0c.a AT 26 εξαπεστειλεν] απε- U+05D0ART στειλεν R | αυτον] εαυτω U+05D0c.aART 27 αυτοις] pr εν BᵃᵇU+05D0c.a ART | τερατων] + αυτου U+05D0c.aAT 28 σκοτους R* (-τος R¹) | και 2⁰] οτι U+05D0c.aAT | παρεπικρανεν U+05D0* (-νᾶν U+05D0c.a) 29 μετεστρεψεν] pr και R | απεκτεινε R* 30 εξηρψεν] εξηρευξατο R | τομιοις Β*U+05D0Τ (ταμειοις BᵃᵇA) | βασι- λειων BU+05D0c.aA*T] βασιλεων U+05D0*Aᵃ vid R 31 κυνομυια] α sup ras Aa (seq ras 1 lit) | σκνειπες B* (σκννπες BᵇA* vidR*)] σκνιφες ᵍ Aᵃ R¹Τ (- φαις) | πασιν AR 33 om παν U+05D0* (hab U+05D0c.a) | οριου] οριων Ra vid 35 τον χορτον] om τον U+05D0c.a AT | εν τη γη] της γης R | om και κατεφαγεν (2⁰)... της γης αυτων R * | τον καρπον] τον χορτον U+05D0* (τον κ. U+05D0c.a) pr παντα U+05D0c.aAT 36 εκ της γης] εν τη γη U+05D0ART)
    356
    [*](B)

  • καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίᾳῳ,
  • καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ἀσθενῶν·
  • εὐφράνθη Aἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν,
  • ὅτι ἐπέπεσεν ὁ φόβος αὐτῶν ἐπʼ αὐτούς.
  • διεπετασεν νεφέλην εἰς σκέπην αὐτοῖς,
  • καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα·
  • ἤτησαν, καὶ ἦλθεν ὀρτυγομήτρα.
  • καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐτούς.
  • διέρρηξεν πέτραν, καὶ ἐρρύησαν ὕδατα,
  • ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί.
  • ὄτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ,
  • τοῦ πρὸς Ἀβραὰμ τὸν δοῦλον αὐτοῦ·
  • καὶ ἐξήγαγεν τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει,
  • καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ.
  • καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν,
  • καὶ πόνους λαῶν ἐκληρονόμησαν,
  • ὅπως ἂν φυλάξωσιν τὰ δικαιώματα αὐτοῦ.
  • καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν.
  • Ἁλληλουιά.
  • Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
  • τίς λαλήσει τὰς δυναστείας τοῦ κυρίου,
  • ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;
  • μακάριοι οἱ φυλάσσοντες κρίσιν καὶ ποιοῦντες δικαιοσύνην ἐν
  • παντὶ καιρῷ,
  • μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου,
  • ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου,
  • [*](U+05D0ART)[*](37 ασθενων] pr ο U+05D0c.a (ras U+05D0c.b) T 38 ο φοβος] om ο R 39 νεφελην] νεφελη U+05D0* (-λῆν U+05D0c.a) | om αυτοις 2⁰ U+05D0* (hab αυτους U+05D0c.a) T 41 διε- ρηξεν T | ερυησαν Τ | ποταμοις ART 42 του αγ. bis scr R* 43 εγλεκ- τους B* (εκλ. Bᵇ) | om αυτου 2⁰ A 44 εκληρονομησαν] κατεκληρονομησαν U+05D0c.a (εκληρ. U+05D0c.b) AT 45 εκζητησουσιν AR —Stich 89 BU+05D0AR 90 T CV 1 χρηστος] ος sup ras Aᵃ 2 δυναστιας U+05D0Τ | ακουστα U+05D0 | αινεσις U+05D0A 4 επισκεψαι] pr και R)
    357

  • τοῦ ἰδεῖν εν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου,
  • [*](Β)
  • τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου,
  • τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου.
  • ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν,
  • ἠνομήσαμεν, ἠδικήσαμεν·
  • οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ θαυμάσιά σου,
  • καὶ οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου,
  • καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ.
  • καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.
  • τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ·