Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • διέρρηξεν πέτραν, καὶ ἐρρύησαν ὕδατα,
  • ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί.
  • ὄτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ,
  • τοῦ πρὸς Ἀβραὰμ τὸν δοῦλον αὐτοῦ·
  • καὶ ἐξήγαγεν τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει,
  • καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ.
  • καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν,
  • καὶ πόνους λαῶν ἐκληρονόμησαν,
  • ὅπως ἂν φυλάξωσιν τὰ δικαιώματα αὐτοῦ.
  • καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν.
  • Ἁλληλουιά.
  • Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
  • τίς λαλήσει τὰς δυναστείας τοῦ κυρίου,
  • ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;
  • μακάριοι οἱ φυλάσσοντες κρίσιν καὶ ποιοῦντες δικαιοσύνην ἐν
  • παντὶ καιρῷ,
  • μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου,
  • ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου,
  • [*](U+05D0ART)[*](37 ασθενων] pr ο U+05D0c.a (ras U+05D0c.b) T 38 ο φοβος] om ο R 39 νεφελην] νεφελη U+05D0* (-λῆν U+05D0c.a) | om αυτοις 2⁰ U+05D0* (hab αυτους U+05D0c.a) T 41 διε- ρηξεν T | ερυησαν Τ | ποταμοις ART 42 του αγ. bis scr R* 43 εγλεκ- τους B* (εκλ. Bᵇ) | om αυτου 2⁰ A 44 εκληρονομησαν] κατεκληρονομησαν U+05D0c.a (εκληρ. U+05D0c.b) AT 45 εκζητησουσιν AR —Stich 89 BU+05D0AR 90 T CV 1 χρηστος] ος sup ras Aᵃ 2 δυναστιας U+05D0Τ | ακουστα U+05D0 | αινεσις U+05D0A 4 επισκεψαι] pr και R)
    357

  • τοῦ ἰδεῖν εν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου,
  • [*](Β)
  • τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου,
  • τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου.
  • ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν,
  • ἠνομήσαμεν, ἠδικήσαμεν·
  • οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ θαυμάσιά σου,
  • καὶ οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου,
  • καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ.
  • καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.
  • τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ·
  • καὶ ἐπετίμησεν τῇ ἐρυθρῷ θαλάσσῃ καὶ ἐξηράνθη,
  • καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ ὡς ἐν ἐρήμῳ
  • καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρῶν μισούντων,
  • καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθροῦ·
  • καὶ ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς,
  • εἰς ἐξ αὐτῶν οὐχ ὑπελείφθη.
  • καὶ ἐπίστευσαν ἐν τοῖς λόγοις αὐτοῦ,
  • καὶ ᾔνεσαν τὴν αἴνεσιν αὐτοῦ.
  • ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ.
  • οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ·
  • καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ,
  • καὶ ἐπείρασαν τὸν θεὸν ἐν ἀνύδρῳ.
  • καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν,
  • καὶ ἐξαπέστειλεν πλησμονὴν εἰς τὴν ψυχὴν αὐτῶν.