Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ἐξομολογεῖσθε τῷ κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ,
  • ἀπαγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔργα αὐτοῦ.
  • ᾄσατε αὐτῷ καὶ ψάλατε αὐτῷ,
  • διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ.
  • ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ·
  • εὐφρανθήτω καρδία ζητούντων τὸν κύριον.
  • ζητήσατε τὸν κύριον καὶ κραταιώθητε,
  • ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός·
  • μνήσθητε τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησεν,
  • τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στύματος αὐτοῦ·
  • σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ,
  • υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ.
  • αὐτὸς Κύριος ὁ θεὸς ἡμῶν·
  • ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ.
  • [*](31 τον αιωνα] τους αιωνας U+05D0c.aAT | επι] εν R 32 των ορεων] om U+05D0ART των U+05D0c.a 33 om ψαλω...υπαρχω A* (hab A?⁽ᵐᵍ⁾) 35 εκλειποισαν Bab AT | απο της γης] υπαρξειν αυτους R* vid (απο της γης Ra) | υπαρχειν] υπαρξειν R* vid (-χειν Ra) —Stich 76 B 77 U+05D0A 79 R 78 T CIV 1αλ- ληλουια] τ pro α 1°U+05D0* (αλλ. U+05D0¹) | τω κυριω] pr κα (sic) U+05D0* (om U+05D0¹) | αναγ- γειλατε Rvid | εργα] μεγαλια U+05D0* (εργα U+05D0c.a) 3 γιω αυτου sup ras A¹ 4 το προσωπον] om το R* (hab Rᵃ) 5 αυτου 1⁰] του sup ras 3 vel 4 litt Aa bis scr R* 6 δουλου R* (δουλοι R¹⁽ᵛᵈ) | εκλεκτοι α sup ras A¹)
    354
    [*](B)

  • ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ,
  • λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεάς.
  • ὃν διέθετο τῷ Ἀβραάμ.
  • καὶ τοῦ ὅρκου αὐτοῦ τῷ Ἰσαάκ·
  • καὶ ἔστησεν αὐτὴν τῷ Ἰακὼβ εἰς πρόσταγμα
  • καὶ τῷ Ἰσραὴλ διαθήκην αἰώνιον.
  • λέγων Σοὶ δώσω τὴν γῆν Χανάαν.
  • σχοίνισμα κληρονομίας ὑμῶν·
  • ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς.
  • ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ.
  • καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος
  • ἐκ βασιλείας εἰς λαὸν ἕτερον·
  • οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτούς.
  • καὶ ἤλεγξεν ὑπέρ αὐτῶν βασιλεῖς
  • Μὴ ἅψησθε τῶν χριστῶν μου,
  • καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.
  • καὶ ἐκάλεσεν λιμὸν ἐπὶ τὴν γῆν,
  • πᾶν στήριγμα ἄρτου συνέτριψεν.
  • ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον,
  • εἰς δοῦλον ἐπράθη Ἰωσήφ.
  • ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ,
  • σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ·
  • μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ,
  • τὸ λόγιον τοῦ κυρίου ἐπύρωσεν αὐτόν.
  • ἐξαπέστειλεν βασιλεὺς καὶ ἔλυσεν αὐτόν,
  • ἄρχων λαῶν, καὶ ἀφῆκεν αὐτόν·