Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου,
  • αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσεν·
  • ἐκεῖ στρουθία ἐννοσσεύσουσιν,
  • [*](4 πυρ φλεγον] πυρος φλεγα (sic) Aᵃ 5 εθεμελιωσεν] ο θεμελιων U+05D0c.aAT | U+05D0ART ασφαλειαν Bᵃᵇ | κλιθησεται ΒU+05D0c.a (? R)T] κληθησεται U+05D0*(? R) κεινηθησεται A 7 φωνης] + σου U+05D0* (om U+05D0c.a) | διλιασωσιν T 8 τοπον] pr τον Τ | αυτοις] αυτους U+05D0* (-τοις U+05D0c.a) 9 ο] ον R* (ο Rᵃ) | αποστρεψουσιν] επιστρ. U+05D0ART 10 αποστελλων] εξαπο. U+05D0ART 11 προσδεξονται] εξοντ sup ras Bᵃᵇ προσ- δεξωνται T 12 κατασκηνωση Τ | πετρων] πτερων U+05D0* (πετρ. U+05D0¹) | δωσουσι A δωσωσιν | φωνην] + αυτων R* 13 αυτου] αυτων R | απο] εκ R* 14 εξανατελλων] pr ο U+05D0c.aART κτηνεσι T | δουλια U+05D0AT | εξαγαγεν Τ 16 χορτασθησονται AR | πεδιου] κυ U+05D0* (πεδ. U+05D0c.a) | αι κεδροι] και κεδρ. R | εφυτευσας U+05D0c.aAT 17 εννοσευσουσιν B* (εννοσσ. Bᵃᵇ) εννοσσευσωσιν T)
    352
    [*](B)
  • τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῷ.
  • ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις,
  • πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις.
  • ἐποίησεν σελήνην εἰς καιρούς,
  • ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
  • ἔθου σκότος καὶ ἐγένετο νύξ,
  • ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ,
  • σκύμνοι ὠρυόμενοι ἁρπάσαι
  • καὶ ζητῆσαι παρὰ τοῦ θεοῦ βρῶσιν αὐτοῖς.
  • ἀνέτειλεν ὁ ἥλιος καὶ συναχθήσονται,
  • καὶ ἐν ταῖς μάνδραις αὐτῶν κοιτασθήσονται·
  • ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ,
  • καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
  • ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε.
  • πάντα ἐν σοφίᾳ ἐποίησας·
  • ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
  • αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος·
  • ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός,
  • ζῶα μικρὰ μετὰ μεγάλων,
  • δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.
  • πάντα πρὸς σέ προσδοκῶσιν, δοῦναι τὴν τροφὴν αὐτοῖς
  • εὔκαιρον·
  • δόντος σου αὐτοῖς συλλέξουσιν,
  • ἀνοίξαντος δέ σου τὴν χεῖρα τὰ σύμπαντα ἐμπλησθήσεται
  • χρηστότητος.
  • ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται·
  • ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσιν,
  • καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
  • [*](U+05D0ART)[*](17 ερωδιου] αρωδιου A ηρωδιου T | οικια] κατοικια Τ | αυτω] αυτων U+05D0ART 18 χοιρογρυλλιοις] λαγωοις U+05D0c.a AT 19 εποιησαν R 19 20 σεληνην... νυξ] mutila nonnulla in R* 20 διελευσεται U+05D0 21 ορυομενοι U+05D0 ορυωμενοι T | αρπασοι] pr του U+05D0c.a AT | του θεου] om του R* 22 συναχθησονται] συνηχθησαν U+05D0ART | εν ταις μανδραις] επι ταις μανδραις U+05D0* εις τας μανδρας U+05D0c.aAΤ 23 εως] μεχρι U+05D0* (εως U+05D0c.a) | εκπεραν R 26 δρακων] pr εκει πλοια διαπορευονται BᵃᵇU+05D0ART T | επλασας] εφυτευσας R | ενπαιζειν R | αυτω] αυτοις R 27 δουναι] pr του R* | την τροφην αυτοις] τ. τροφην αυτων U+05D0c.aAT αυτοις τροφην R* | ευκαιρον] εις καιρον A εν ευκαιρια R* εις ευκαιρον T 28 αυτοις] -ποι T | συλλεξωσιν | ανυξαντος A* (ανοιξ. Aa) | συμπαντα] παντα U+05D0* (συμπ. U+05D0c.a) συνπαντα R | εμπλησθησεται] πλησθησονται U+05D0AT πλησθη- σεται R* | χρηστοτητος] πιοτητος A 29 εκλειψωσιν | επιστρεψωσιν T)
    353

  • ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται,
  • [*](B)
  • καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
  • ἤτω ἡ δόξα Κυρίου εἰς τὸν αἰῶνα,
  • εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ·
  • ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν,
  • ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται.
  • ᾄσω τῷ κυρίῳ ἐν τῇ ζωῇ μου.
  • ψαλῶ τῷ θεῷ μου ἕως ὑπάρχω·
  • ἡδυνθείη αὐτῷ ἡ διαλογή μου,
  • ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ κυρίῳ.
  • ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς
  • καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς·
  • εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον.