Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ,
  • ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα·
  • ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται,
  • ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
  • ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσιν πεδία
  • εἰς τόπον ὃν ἐθεμελίωσας αὐτοῖς·
  • ὅριον ἔθου ὃ οὐ παρελεύσονται.
  • οὐδὲ ἀποστρέψουσιν καλύψαι τὴν γῆν.
  • ὁ ἀποστέλλων πηγὰς ἐν φάραγξιν,
  • ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα·
  • ποτιοῦσιν πάντα τὰ θηρία τοῦ ἀγροῦ,
  • προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
  • ἐπ᾿ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει,
  • ἐκ μέσου τῶν πετρῶν δώσουσιν φωνὴν.
  • ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ,
  • ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
  • ἐξανατέλλων χόρτον τοῖς κτήνεσιν
  • καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων,
  • τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς·
  • καὶ οἶνος εὐφραίνε καρίαν ἀνθρώπου,
  • τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ,
  • καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
  • χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου,
  • αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσεν·
  • ἐκεῖ στρουθία ἐννοσσεύσουσιν,
  • [*](4 πυρ φλεγον] πυρος φλεγα (sic) Aᵃ 5 εθεμελιωσεν] ο θεμελιων U+05D0c.aAT | U+05D0ART ασφαλειαν Bᵃᵇ | κλιθησεται ΒU+05D0c.a (? R)T] κληθησεται U+05D0*(? R) κεινηθησεται A 7 φωνης] + σου U+05D0* (om U+05D0c.a) | διλιασωσιν T 8 τοπον] pr τον Τ | αυτοις] αυτους U+05D0* (-τοις U+05D0c.a) 9 ο] ον R* (ο Rᵃ) | αποστρεψουσιν] επιστρ. U+05D0ART 10 αποστελλων] εξαπο. U+05D0ART 11 προσδεξονται] εξοντ sup ras Bᵃᵇ προσ- δεξωνται T 12 κατασκηνωση Τ | πετρων] πτερων U+05D0* (πετρ. U+05D0¹) | δωσουσι A δωσωσιν | φωνην] + αυτων R* 13 αυτου] αυτων R | απο] εκ R* 14 εξανατελλων] pr ο U+05D0c.aART κτηνεσι T | δουλια U+05D0AT | εξαγαγεν Τ 16 χορτασθησονται AR | πεδιου] κυ U+05D0* (πεδ. U+05D0c.a) | αι κεδροι] και κεδρ. R | εφυτευσας U+05D0c.aAT 17 εννοσευσουσιν B* (εννοσσ. Bᵃᵇ) εννοσσευσωσιν T)
    352
    [*](B)
  • τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῷ.
  • ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις,
  • πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις.
  • ἐποίησεν σελήνην εἰς καιρούς,
  • ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
  • ἔθου σκότος καὶ ἐγένετο νύξ,
  • ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ,