Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
σκύμνοι ὠρυόμενοι ἁρπάσαι
καὶ ζητῆσαι παρὰ τοῦ θεοῦ βρῶσιν αὐτοῖς.
ἀνέτειλεν ὁ ἥλιος καὶ συναχθήσονται,
καὶ ἐν ταῖς μάνδραις αὐτῶν κοιτασθήσονται·
ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ,
καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε.
πάντα ἐν σοφίᾳ ἐποίησας·
ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος·
ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός,
ζῶα μικρὰ μετὰ μεγάλων,
δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.
πάντα πρὸς σέ προσδοκῶσιν, δοῦναι τὴν τροφὴν αὐτοῖς