Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καὶ καθὼς οἰκτείρει πατὴρ υἱούς,
  • οἰκτείρησεν Κύριος τοὺς φοβουμένους αὐτόν,
  • [*](29 οι υιοι] om οι AR | κατασκηνωσωσιν T Stich 54 B 55 U+05D0 56 AT 57 R U+05D0ART CII 1 τω Δ.] pr ψαλμος T 2 επιλανθανε R* | αινεσεις] αποδοσις U+05D0 αντα- ποδοσεις AR T 4 οικτειρμοις] οικτιρμοις BᵇU+05D0c.a οικτιρμω U+05D0* 5 εμπι- πλωντα BᵇAΤ ενπιμπλωντα R 6 πασιν AT 7 τω Μωυση] om τω U+05D0* (hab U+05D0c.a) U+05D0 οικτρμων Bᵇ (‟et alias”) T | πολυελεος] + κ αληθεινος Aᵃ?(ᵐᵍ) 11 κς (sic) T | om αυτου R* (hab Rᵃ) 12 ανομιας] αμαρ- τιας R 13 om και U+05D0c.aART | οικτειρησεν] ωκτειρησεν Bᵃb pr ουτως R*)
    350
    [*](B)

  • ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν·
  • μνήσθητι ὅτι χοῦς ἐσμεν.
  • ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ·
  • ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.
  • ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει,
  • καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
  • τὸ δὲ ἔλεος τοῦ κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος
  • ἐπὶ τοὺς φοβουμένους αὐτόν·
  • καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοὺς υἱῶν·
  • τοῖς φυλάσσουσιν τὴν διαθήκην αὐτοῦ,
  • καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
  • Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασεν τὸν θρόνον αὐτοῦ,
  • καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
  • εὐλογεῖτε τὸν κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ,
  • δυνατοὶ ἰσχύι, ποιοῦντες τὸν λόγον αὐτοῦ,
  • τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.
  • εὐλογεῖτε τὸν κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ,
  • λειτουργοὶ αὐτοῦ ποιοῦντες τὰ θελήματα αὐτοῦ.
  • εὐλογεῖτε τὸν κύριον, πάντα τὰ ἔργα αὐτοῦ
  • ἐν παντὶ τόπῳ τῆς δυναστείας αὐτοῦ·
  • εὐλόγει, ἡ ψυχὴ μου, τὸν κύριον.
  • Τῷ Δαυείδ.
  • Εὐλόγει, ἡ ψυχὴ μου, τὸν κύριον·
  • Κύριε, Κύριε, ὁ θεός μου, ὡς ἐμεγαλύνθης σφόδρα.
  • ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω,
  • ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον,
  • ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν·
  • ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ,
  • ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ,
  • ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων·
  • [*](U+05D0ART)[*](14 μνησθητι] εμνησθη U+05D0c.aAT + Κυριε R* 15 ημεραιραι U+05D0 | ωσει 2⁰] οτι ει U+05D0* (ωσει U+05D0c.a) 16 υπαξει R* (υπαρξ. Ra(vid) υπαρξη T 17 υιους] υιοις Bc 18 φυλασσουσι T 19 αυτου 2⁰] ου sup ras Aa (αυτων A* vid) 20 οι αγγελοι] om οι U+05D0* (hab U+05D0c.a) 21 τα θεληματα] το θελημα U+05D0c.aART 22 δυναστειας (-τιας U+05D0*)] δεσποτιας U+05D0c.a ART Stich 46 BT 45 U+05D0R 47 A CIII 1 τω Δ.] pr ψαλμος T | om Κυριε 2⁰ U+05D0ART | om ως U+05D0c.aART | ευπρε- πειαν (-πιαν U+05D0*)] μεγαλοπρεπιαν U+05D0c.aAT 3 νεφη BU+05D0c.aA? (νεφην A* vid) RT] νεφελην U+05D0* | την επιβασιν] om την U+05D0* (hab U+05D0c.a))
    351

  • ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα,
  • [*](B)
  • καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.
  • ἐθεμελίωσεν τὴν γῆν ἐπὶ τὴν ἀσφαλίαν αὐτῆς,
  • οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,