Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
τοῖς φυλάσσουσιν τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασεν τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
εὐλογεῖτε τὸν κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύι, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.
εὐλογεῖτε τὸν κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὰ θελήματα αὐτοῦ.
εὐλογεῖτε τὸν κύριον, πάντα τὰ ἔργα αὐτοῦ ἐν παντὶ τόπῳ τῆς δυναστείας αὐτοῦ· εὐλόγει, ἡ ψυχὴ μου, τὸν κύριον. Τῷ Δαυείδ.
Εὐλόγει, ἡ ψυχὴ μου, τὸν κύριον· Κύριε, Κύριε, ὁ θεός μου, ὡς ἐμεγαλύνθης σφόδρα. ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω,
ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν·
ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων· [*] (U+05D0ART) [*] (14 μνησθητι] εμνησθη U+05D0c.aAT + Κυριε R* 15 ημεραιραι U+05D0 | ωσει 2⁰] οτι ει U+05D0* (ωσει U+05D0c.a) 16 υπαξει R* (υπαρξ. Ra(vid) υπαρξη T 17 υιους] υιοις Bc 18 φυλασσουσι T 19 αυτου 2⁰] ου sup ras Aa (αυτων A* vid) 20 οι αγγελοι] om οι U+05D0* (hab U+05D0c.a) 21 τα θεληματα] το θελημα U+05D0c.aART 22 δυναστειας (-τιας U+05D0*)] δεσποτιας U+05D0c.a ART Stich 46 BT 45 U+05D0R 47 A CIII 1 τω Δ.] pr ψαλμος T | om Κυριε 2⁰ U+05D0ART | om ως U+05D0c.aART | ευπρε- πειαν (-πιαν U+05D0*)] μεγαλοπρεπιαν U+05D0c.aAT 3 νεφη BU+05D0c.aA? (νεφην A* vid) RT] νεφελην U+05D0* | την επιβασιν] om την U+05D0* (hab U+05D0c.a)) 351
ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, [*] (B) καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.
ἐθεμελίωσεν τὴν γῆν ἐπὶ τὴν ἀσφαλίαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα·
ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσιν πεδία εἰς τόπον ὃν ἐθεμελίωσας αὐτοῖς·
ὅριον ἔθου ὃ οὐ παρελεύσονται. οὐδὲ ἀποστρέψουσιν καλύψαι τὴν γῆν.
ὁ ἀποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα·
ποτιοῦσιν πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
ἐπ᾿ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσιν φωνὴν.
ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
ἐξανατέλλων χόρτον τοῖς κτήνεσιν καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς·
καὶ οἶνος εὐφραίνε καρίαν ἀνθρώπου, τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.