Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου
  • τῇ σαρκί μου.
  • ὡμοιώθην πελεκᾶνι ἐρημικῷ.
  • ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ,
  • ἠγρύπνησα καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ
  • δώματι.
  • ὅλην τὴν ἡμέραν ὠνεἰδιζόν με οἱ ἐχθροί μου.
  • καὶ οἱ ἐπαινοῦντές με κατʼ ἐμοῦ ὤμνυον.
  • ὅτι σπδὸν ὡσεὶ ἄρτον ἔφαγον,
  • καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων,
  • ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου.
  • ὅτι ἐπάρας κατέρραξάς με.
  • αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν.
  • καὶ ἐγὼ ὡσεὶ χόρτος ἐξηράνθην.
  • οὐ δέ, Κύριε. εἰς τὸν αἰῶνα μένεις.
  • καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.
  • σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σειών,
  • ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτήν, ὅτι ἤκει καιρός.