Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον
  • ἐξεδίωκον·
  • ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ
  • συνήσθιον.
  • οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς.
  • τοῦ συνκαθῆσθαι αὐτοὺς μετʼ ἐμοῦ·
  • πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει.
  • οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν·
  • λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐναντίον τῶν ὀφθαλμῶν μου.
  • εἰς τὰς πρωίας ἀπέκτεννον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς,
  • τοῦ ἐξολεθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους
  • τὴν ἀδικίαν.
  • [*](U+05D0ART)[*](3 λαος] pr ημεις δε U+05D0c.aART | της νομης] om της U+05D0c.aART ελθετε U+05D0* (-θατε U+05D0c.a) | τας αυλας] pr εις U+05D0ART 5 εις] pr οτι A | αληθια U+05D0 Stich 12 BU+05D0 11 ART C 1 ψαλμος τω Δαδ U+05D0R om ψαλμος A | ελεος] ελεον U+05D0c.aT ελαιον A | ασωμαι 2 ωδη] δ tantum inst Bᵇ οδω ART | τω οικω U+05D0* (του οικου U+05D0c.a) | μου 2⁰] σου R* (μ. Rᵃ) 3 προεθε- μην] προετιθεμην U+05D0c.a | om πραγμα παρανομον B*vid (subscr B?) | ποιουντα U+05D0* (-τας U+05D0c.a) | παραβασεις] παρα βασιλεις U+05D0* (παραβασεις U+05D0c.a) 5 του] τον T 6 μου] αυτου U+05D0* (μου U+05D0c.a) | συγκαθησθαι Bᵃ 7 οικιας bis scr R | κατηυθυνεν AT | εναντιον] ενωπιον U+05D0Α 8 απεκτινον U+05D0* (απεκτεννον U+05D0c.a) απεκτενον A | τους αμαρτωλους] om τους A* (hab Aᵃ?) | αδικιαν] ανομιαν U+05D0ART — Stich 16 BU+05D0 17 ART)
    347

  • Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ
  • καὶ ἑναντίον Κυρίου ἐκχέῃ τὴν
  • δέησιν αὐτοῦ.
  • Εἰσάκουσον, Κύριε. τῆς προσευχῆς μου.
  • καὶ ἡ κραυγὴ μου πρὸς σέ ἐλθάτω.
  • μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ·
  • ἐν ἦ ἂν ἡμέρᾳ θλίβωμαι, κλῖνον τὸ οὗς σου πρὸς μέ
  • ἐν ἦ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ εἰσάκουσόν μου.
  • ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου.
  • καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν.
  • ἐπλήγην ὡσεὶ χόρτος καὶ ἐξηράνθη ἡ καρδία μου.
  • ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου.