Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς,
  • καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσιν·
  • καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου, Κύριε,
  • καὶ πάντες οἱ βασιλεῖς τὴν δόξαν σου·
  • ὅτι οἰκοδομήσει Κύριος τὴν Σειών,
  • καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ.
  • ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν,
  • καὶ οὐκ ἐξουδένωσεν τὴν δέησιν αὐτῶν.
  • γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν,
  • καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον·
  • ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ,
  • Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψεν·
  • τοῦ ἀκοῦσαι τὸν στεναγμὸν τῶν πεπεδημένων,
  • τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων,
  • τοῦ ἀναγγεῖλαι ἐν Σειὼν τὸ ὄνομα Κυρίου
  • καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἰερουσαλήμ,
  • ἐν τῷ συναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλείας τοῦ
  • δουλεύειν τῷ κυρίῳ.