Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ Τῆν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι.
μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου· ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου.
κατʼ ἀρχὰς τὴν γῆν σύ, Κύριε, ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί
αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται·
σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. [*] (U+05D0ART) [*] (15 οικτιρησωσιν T 16 om τα εθνη U+05D0* (hab U+05D0c.a) | σου Κυριε] κυ U+05D0A*vid (σου κε sup ras et in mg Aᵃ) T | βασιλεις] + της γης U+05D0ART 17 κς την Σιων sup ras Aᵃ? Σιων U+05D0 18 ταπεινων] πτωχων U+05D0* (ταπινων U+05D0c.a) R | εξωδενωσεν U+05D0 19 ετεραν] εταιραν U+05D0 | αινεσῃ T 20 εξε- κυψον B* (-ψεν Bᵃᵇ) | υψου U+05D0* (υψους U+05D0c.a) | εξ ουρανου] εκ του ουρανου R | επι] εις R* 21 τον στεναγμον·] του στεναγμου T 22 αναγγειλαι BU+05D0c.aRT (αναγγιλ.)] αναγγεληναι U+05D0* | Σιων BᵇU+05D0A 23 συναχθηναι] επισυναχθηναι U+05D0c.aAT | βασιλειας] βασιλεις U+05D0c.a AT 25 ημερων] pr των R* | εν γενεα γενεων] εις γενεαν και γενεαν R* 26 συ κε την γην ART | om συ Κυριε U+05D0* (hab U+05D0c.a) | των χειρων] om των U+05D0 27 ελιξεις (ελειξ. A)] αλλαξεις U+05D0* αιλιξ. U+05D0c.a ελιξῃς Τ | αλλαγησονται] αγαλλησονται A*(improb A?) 28 συ] σοι A | εκλειψωσιν Τ) 349
οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσιν, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται. Τῷ Δαυείδ.
Εὐλόγει ἡ ψυχὴ μου τὸν κύριον. καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
εὐλόγει ἡ ψυχὴ μου τὸν κύριον. καὶ μὴ ἐπιλανθάνου πάσας τὰς αἰνέσεις αὐτοῦ·
τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου·