Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ τί θαυμαστόν, εἰ αἱ τῆς ψυχῆς ἐπιθυμίαι πρὸς τὴν τοῦ κάλλους μετουσίαν ἀκυροῦνται;

ταύτῃ γοῦν ὁ σώφρων Ἰωσήφ ἐπαινεῖται, ὅτι τῷ λογισμῷ διανοίᾳ περιεκράτησεν τῆς ἡδυπαθείας.

νέος γὰρ ὤν καὶ ἀκμάζων πρὸς συνουσιασμὸν ἠκύρωσεν τῷ λογισμῷ [*](24 και] pr τε V οτε] οτι U+05D0V 25 εν τη ηδ. δε U+05D0V εστιν] ενεστι U+05D0V U+05D0 | πολυποτρωτατη (sic) A ουσα των παθων U+05D0V 26 κατα] και τα U+05D0 | αλαζονεια Vᵃ φιλοδοξια] κενοδοξια V 27 και λαιμαργια και νομο- φαγια A και μονοφαγια και λαιμαργια U+05D0 και μονοφαγια V 28 δυειν U+05D0V παθων] φυτων U+05D0 29 εκαστην U+05D0V (-τιν V* -την Vᵃ) om τε U+05D0 | επαρ- δων] δων sup ras U+05D01) 30 αυτοκρατωρ] δεσποτης V γε τοινυν πρωτον] τοινυν πρ. U+05D0* δε πρ. U+05D0c.a,c.b γε το πρ. V 31 om δη V επικρατια U+05D0V* (-τεια Vᵃ) 32 om και V επικρατειν ο λογισμος U+05D0 33 απο- τρεπομεθα] αποστρεφομεθα U+05D0V μεν] γαρ U+05D0 | οιμε (sic) A 34 παν- τοιων] pr και U+05D0 | βρωματων των] βρωματα οντων A κατα] δια U+05D0* (κατα U+05D0c.ᵃ) επικρατιαν V* (-τειαν Vᵃ) 35 ανεχεται U+05D0 | ανακαμπτομενα ( -μεθα A)] ανακοπτομενα U+05D0V φιλοτιμουνται] φιμουται U+05D0 (φειμ.) V II 2 om τω λογισμω U+05D0 | περιεκρατησε V 3 ηκυρωσε U+05D0)

732
[*](A) τὸν τῶν παθῶν οἶστρον.

οὐ μόνον δὲ τὴν τῆς ἡδυπαθείας οἰστρηλασίαν ἐπικρατεῖν ὁ λογισμὸς φαίνεται, ἀλλὰ καὶ πάσης ἐπιθυμίας.

λέγει γοῦν ὁ νόμος Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, οὐδὲ ὅσα τῷ πλησίον σού ἐστιν.

καίτοι ὅτε μὴ ἐπιθυμεῖν εἵρηκεν ἡμᾶς ὁ νόμος, πολὺ πλέον πείσαιμʼ ἂν ὑμᾶς ὅτι τῶν ἐπιθυμιῶν κρατεῖν δύναται ὁ λογισμός, ὥσπερ καὶ τῶν κωλυτικῶν τῆς δικαιοσύνης παθῶν.

ἐπεὶ τίνα τρόπον μονοφάγος τις ὢν τὸ ἦθος καὶ γαστρίμαργος καὶ μέθυσος μεταπαιδεύεται, εἰ μὴ δῆλον ὅτι κύριός ἐστιν τῶν παθῶν ὁ λογισμός;

αὐτίκα γοῦν τῷ νόμῳ πολιτευόμενος, κἂν φιλάργυρός τις εἴη, βιάζεται τὸν ἑαυτοῦ τρόπον, τοῖς δεομένοις δανί ζων χωρὶς τόκων, καὶ τὸ δάνιον τῶν ἑβδομάδων ἐνστασῶν χρεοκοπούμενος.

κἂν φειδωλός τις ᾖ, ὑπὸ τοῦ νόμου κρατεῖται διὰ τὸν λογισμόν, μήτε ἐπικαρπούμενος τοὺς ἀμήτους, μήτε ἐπιρωγολογούμενος τοὺς ἀμπελῶνας· καὶ ἐπὶ τῶν ἑτέρων δʼ ἔστιν ἐπιγνῶναι τοῦθʼ, ὅτι τῶν παθῶν ἐστιν ὁ λογισμὸς κρατῶν.

ὁ γὰρ νόμος καὶ τῆς πρὸς γονεῖς εὐνοίας κρατεῖ, μὴ καταπροδιδοὺς τὴν ἀρετὴν δι᾿ αὐτούς·

καὶ τῆς πρὸς γαμετῆς φιλίας ἐπικρατεῖ, διὰ παρανομίαν αὐτὴν ἀπελέγχων·

καὶ τῆς τέκνων φιλίας κυριεύει, διὰ κακίαν αὐτῶν κολάζων· καὶ τῆς φίλων συνηθείας δεσπόζει, διὰ πονηρίας αὐτοὺς ἐξελέγχων.

καὶ μὴ νομίσητε παράδοξον εἶναι, ὅπου καὶ ἔχθραν ὁ λογισμὸς ἐπικρατεῖν δύναται διὰ τὸν νόμον,

μηδὲ δενδροτομῶν τὰ ἥμερα τῶν πολεμίων φυτά, τὰ δὲ τῶν ἐχθρῶν τοῖς ἀπολέσασιν διασώζων, καὶ τὰ πεπτωκότα συνεγείρων.