Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

πρὸ μὲν οὗν τῆς ἡδονῆς ἐστιν ἐπιθυμία· μετὰ δὲ τὴν ἡδονήν, χαρά.

πρὸ δὲ τοῦ [*](U+05D0V)[*](10 κατα τουτον] κατ εκεινον V ανδρας] παιδας V μακαρισαιμι Vᵃ αν] + αυτους V 11 om εκεινοι U+05D0 επι τη ανδρια (-δρεια V)] επ ανδρια U+05D0 και τη υπομονη] om U+05D0* και υπομ. U+05D0c.a V 12 τουτου] του U+05D0 τουτων V om νυν V αρξαμενω U+05D0V om εις V αυτον V* (αυτων Vᵃ) 13 ζητουμεν δη τοινυν] ζητουμενου δη τουτου V αυτοκρατωρ] δεσποτης V εστι U+05D0* (-τιν U+05D0c.a ) 14 διακρινωμεν δε] διακρινομεν U+05D0* και διακρινομεν U+05D0c.a διακρινωμεν V om τι 2⁰ U+05D0 | παθων] pr των V 15 om μεν U+05D0* (hab U+05D0c.a ) om δη V ορθου (-θους A) βιου] ορθου λογου U+05D0V σοφιας λογον] σοφιας βιον U+05D0 σοφον βιον V 16 γνως V* (γνωσις Vᵃ ⁽ᵛⁱᵈ)) ανθρωπιων U+05D0 17 παιδεια V συμφε- ροντως] υμφερ rescr U+05D0¹ 18 καθεστηκασιν U+05D0 + τεσσαρες U+05D0c.ᵇ ανδρεια V 19 κυριοτατη A κυριοτητι V* (-ωτατη Vᵃ) δη] δεη (sic) A δε U+05D0 | των παθων] om των U+05D0 20 φυσις U+05D0A εκατερος U+05D0* εκατερων V* (-ρον U+05D0c.a Vᵃ) και περι] pr και περι το σωμα η γλωσσα (sic) V* improb η γλ. V1 ¹(fort) πεφυκος Va 21 πολλα A τω πονων A (sed τo prius ut vid) παθων] αγαθω U+05D0 | ακολουθιαι] ακολουθ rescr U+05D01)

731
πόνου ἐστὶν φόβος· μετὰ δὲ τὸν πόνον, λύπη.

θυμὸς δὲ κοινὸν [*](Α) πάθος ἐστὶν ἡδονῆς καὶ πόνου, ἐὰν ἐννοηθῇ τις ὅτε αὐτῷ περιέπεσεν.

ἐν δὲ τῇ ἡδονῇ ἐστιν καὶ ἡ κακοήθης διάθεσις, πολυτροπωτάτη πάντων τῶν παθῶν οὖσα.

κατὰ μέν ψυχῆς ἀλαζονία καὶ φιλαργυρία καὶ φιλοδοξία καὶ φιλονεικία καὶ βασκανία·

κατὰ δὲ τὸ σῶμα παντοφαγία καὶ λαιμαργία καὶ μονοφαγία.

καθάπερ οὗν δυοῖν τοῦ σώματος καὶ τῆς ψυχῆς φυτῶν ὄντων ἡδονῆς τε καὶ πόνου, πολλαὶ τούτων τῶν παθῶν εἰσιν παραφυάδες·

ὦν ἕκαστος ὁ πανγέωργος λογισμὸς περικαθαίρων τε καὶ ἀποκνίζων καὶ περιπλέκων καὶ ἐπάρδων καὶ πάντα τρόπον μεταχέων ἐξημεροῖ τὰς τῶν ἠθῶν καὶ παθῶν ὕλας.

Ὁ γὰρ λογισμὸς τῶν μέν ἀρετῶν ἐστιν ἡγεμών, τῶν δὲ παθῶν αὐτοκράτωρ. ἐπιθεώρει γε τοίνυν πρῶτον διὰ τῶν κωλυτικῶν τῆς σωφροσύνης ἔργων, ὅτι αὐτοδέσποτός ἐστιν τῶν παθῶν ὁ λογισμός.

σωφροσύνη δὴ τοίνυν ἐστὶν ἐπικράτεια τῶν ἐπιθυμιῶν.

τῶν δὲ ἐπιθυμιῶν αἱ μέν εἰσιν ψυχικαί, αἱ δὲ σωματικαί καὶ τούτων ἀμφοτέρων ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται.

ἐπεὶ πόθεν κινούμενοι πρὸς τὰς ἀπειρημένας τροφάς, ἀποτρεπόμεθα τὰς ἐξ αὐτῶν ἡδονάς; οὐχ ὅτι δύναται τῶν ὀρέξεων ἐπικρατεῖν ὁ λογισμός ; ἐγὼ μέν οἶμαι.

τοιγαροῦν ἐνύδρων ἐπιθυμοῦντες καὶ ὀρνέων καὶ τετραπόδων, παντοίων βρωμάτων τῶν ἀπηγορευμένων ἡμῖν κατὰ τὸν νόμον ἀπεχόμεθα διὰ τὴν τοῦ λογισμοῦ ἐπικράτειαν.

ἀντέχεται γὰρ τὰ τῶν ὀρέξεων πάθη ὑπὸ τοῦ σώφρονος νοὸς ἀνακαμπτόμενα· καὶ φιλοτιμοῦνται πάντα τὰ τοῦ σώματος κινήματα ὑπὸ τοῦ λογισμοῦ.