Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ διὰ τῶν βιαιοτέρων δὲ παθῶν κρατεῖν ὁ λογισμὸς φαίνεται, φιλαρχίας καὶ κενοδοξίας καὶ ἀλαζονίας καὶ μεγαλαυχίας καὶ βασκανίας.

πάντα γὰρ ταῦτα τὰ κακοήθη πάθη ὁ σώφρων νοῦς ἀπωθεῖται, ὥσπερ καὶ τὸν θυμόν· καὶ γὰρ τούτου δεσπόζει.

θυμούμενος [*](U+05D0v)[*](4 ου] pr και U+05D0* (improb U+05D0c.a c.b) την της] της της (sic) A την επι της U+05D0* (improb U+05D0c.a ) V ο λογισμος επικρατειν U+05D0 5 om σου 2⁰ V 6 om οτε V πεισαιμι αν Vᵃ δυναται κρατειν V παθων] πασων A (ω rescr A¹) 7 τινα τις τροπον μονοφαγος (-γως V) U+05D0V και 2⁰] pr η U+05D0V 8 τω νομω] pr ο V ειη] η U+05D0V εαυτου] αυτου U+05D0 δανειζων Vᵃ| om και V δανειον Vᵃ ενστασων U+05D0V] εντασσων A χρεωκοπ. Vᵃ 9 επικαρπολογουμενος U+05D0V επιρωλσγ. V* (επιρωγολογ. V¹) ετερων] εργων U+05D0V [δ] δε U+05D0V τουθ] τουτο U+05D0V κρατων] ν sup ras Aᵃ (-τωρ A*ᵛiᵈ) 10 γονεας V 11 προσ- γαμετης] προς γαμετην U+05D0V παρανομιαν] pr την U+05D0V 12 αυτων] αυτους U+05D0 αυτα V συνηθιας U+05D0 | πονηριαν U+05D0V εξελεγχων] ελεγχων V 13 εχθραν ο λογισμος επικρατειν] εχθρας επικρ. ο λογ. U+05D0V 14 μηδε] μητε U+05D0V | απολεσασι U+05D0V 15 om δια U+05D0c.ac.b V βιοτερων (sic) A κρατειν] επικρατειν U+05D0c.a φιλαρχιας] φιλαργυριας U+05D0 (-χιας U+05D0c.a c.b ) αλαζονειας U+05D0V2 16 om τα U+05D0* (hab U+05D0c.ᵃ))

733
γέ τοι Μωσῆς κατὰ Δαθὰν καὶ Ἀβειρών, οὐ θυμῷ τι κατʼ αὐτῶν [*](A) ἐποίησεν, ἀλλὰ λογισμῷ τὸν θυμὸν διήτησεν.

δυνατὸς γὰρ ὁ σώφρων νοῦς, ὡς ἔφην, κατὰ τῶν παθῶν ἀριστεῦσαι, καὶ τὰ μέν αὐτῶν μεταθεῖναι, τὰ δὲ καὶ ἀκυρῶσαι.

ἐπεὶ διὰ τί ὁ πάνσοφος ἡμῶν πατήρ Ἰακὼβ τοὺς περὶ Συμεὼν καὶ Δευεὶν αἰτιᾶται μὴ λογισμῷ τοὺς Σικιμίτας ἐθνηδὸν ἀποσφάξαντας, λέγων Ἐπικατάρατος ὁ θυμὸς αὐτῶν;

εἰ μὴ γὰρ ἐδύνατο τῶν θυμῶν ὁ λογισμὸς κρατεῖν, οὐκ ἂν εἶπεν οὕτως.

ὁπηνίκα γὰρ ὁ θεὸς τὸν ἄνθρωπον κατεσκεύασεν, τα παθη αὐτοῦ καὶ τὰ ἤθη περιεφύτευσεν·

καὶ τηνικαῦτα δέ περὶ πάντων τὸν ἱερὸν ἡγεμόνα νοῦν διὰ τῶν αἰσθητηρίων ἐνεθρόνισεν·

καὶ τούτῳ νόμον ἔδωκεν, καθʼ ὃν πολιτευόμενος βασιλεύσει βασιλείαν σώφρονά τε καὶ δικαίαν καὶ ἀγαθὴν καὶ ἀνδρείαν.

Πῶς οὖν, εἶποι τις ἄν, εἰ τῶν παθῶν ὁ λογισμὸς κρατεῖ, λήθης καὶ ἀγνοίας οὐ κρατεῖ ;

ἔστι δέ κομιδῇ γελοῖος ὁ λογισμός· οὐ γὰρ τῶν ἑαυτοῦ παθῶν ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται, ἀλλὰ τῶν σωματικῶν.

οἶον ἐπιθυμίαν τις ὑμῶν οὐ δύναται ἐκκόψαι, ἀλλὰ μὴ δουλωθῆναι τῇ ἐπιθυμίᾳ δύναται ὁ λογισμὸς παρασχέσθαι.

θυμον τις οὐ δύναται ἐκκόψαι ὑμῶν τῆς ψυχῆς, ἀλλὰ τῷ θυμῷ δυνατὸν βοηθῆσαι.

κακοήθειάν τις ὑμῶν οὐ δύναται ἐκκόψαι, ἀλλὰ τὸ μὴ καμφθῆναι τῇ κακοηθείᾳ δυνατὸν ὁ λογισμὸς συμμαχῆσαι.