Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὁ δὲ βασανιζόμενος Ὦ ἱεροπρεποῦς αἰῶνος, ἔλεγεν, ἐφʼ ὃν διὰ τὴν εὐσέβειαν εἰς γυμνασίαν πόνων ἀδελφοὶ τοσοῦτοι κληθέντες οὐκ ἐνικήθημεν.

ἀνίκητος γάρ ἐστιν, ὦ τύραννε, ἡ εὐσεβὴς ἐπιστήμη.

καλοκἀγαθίᾳ καθωπλισμένος τεθνήξομαι κἀγὼ μετὰ τῶν ἀδελφῶν μου,

μέγαν σοι προσβάλλων καὶ αὐτὸς ἀλάστορα, καινουργὲ τῶν βασάνων, καὶ πολέμιε τῶν ἀληθῶς εὐσεβούντων.

ἓξ μειράκια κατελύσαμέν σου τὴν τυραννίδα.

τὸ γὰρ μὴ δυνηθῆναί σε μεταπεῖσαι τὸν λογισμὸν ἡμῶν, μήτε βιάσασθαι πρὸς τὴν μιεροφαγίαν, οὐ κατάλυσίς ἐστίν σου;

τὸ πῦρ σου ψυχρὸν ἡμῖν, καὶ ἄπονοι οἱ καταπέλται, καὶ ἀδύνατος ἡ βία σου.

οὐ γὰρ [*](U+05D0)[*](9 τοιαυτα] τοι αυτα A (praec Spat 3 litt : fors καιτοι voluit A*) + δε U+05D0 | ειλκον] εικον U+05D0* (ειλκ. U+05D0c.a) 10 εφαρμοσαντες U+05D0 c.a| εφορμασαντες U+05D0*A επι τον τροχιαιον] περι τροχ. U+05D0 | επι τον τροχον] περι τον τραχηλον U+05D0 | σκοπιου U+05D0* (σκορπ. U+05D0c.a) εξεμελιζετο] με sup ras Aᵃ 11 και 2⁰] και και A 12 ο τυραννος] ω τυραννε U+05D0 | om καλας 2° U+05D0 | της U+05D0* (την U+05D0c.a) καρτεριας U+05D0* (-ριαν U+05D0c.a) 13 τελευτησας (sic) A improb) ο δε U+05D0c.a 14 τη μεν ηλικια] μεν την ηλικιαν U+05D0* μεν τη ηλικια U+05D0c.a om μου U+05D0 | δια- νοiα] ανοια A 15 τα αυτα] τα αυ (sic) A ταυτα U+05D0 | om και 1⁰ U+05D0 | γεν- νηθεντες U+05D0 | τραφςετες] ανατραφ. U+05D0 16 μιαιροταγουντα U+05D0 | βασανιζε] βασανίζειν U+05D0 (.ζε U+05D0 c.a) A*fort 17 om αυτον U+05D0 18 ευμελως] επιμελως U+05D0 | εκσπο δυλιζομενος U+05D0 | υπεκαιετο] + πυρι 19 διαπειραντες] διαφθειραν- τες U+05D0 om απ τα σπλαγχνα] pr και U+05D0c.a διεκαιον] διῖκεον U+05D0* διεκεον U+05D0c.a 20 αιωνος] αγωνος U+05D0 | ελεγον U+05D0* (-γεν U+05D0¹) ευσεβιαν U+05D0 | ενικημεν U+05D0* (-κηθη. μεν U+05D0c.a) 21 om ω U+05D0 23 και αυτος προσβαλλα U+05D0 24 κατελυσα- μεν] καταλελυκαμεν U+05D0 26 αδυνατοις U+05D0* (-τος U+05D0¹) 27 improb οι U+05D0c.a)

749
τυράννου ἀλλὰ θείου νόμου προεστήκασιν ἡμῶν οἱ δορυφόροι· διά [*](A) τοῦτο ἀνίκητον ἔχομεν τὸν λογισμόν.

Ὡς δὲ καὶ οὅτος μακαρίως ἐναπέθανεν ⁷καταβληθεὶς εἰς λέβητα, ὁ ἕβδομος παρεγίνετο, [*](§ V) πάντων νεώτερος.

ὅν κατοικτειρήσας ὁ τύραννος, καίπερ δειυῶς ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ κακισθείς,

ὁρῶν ἤδη τὰ δεσμά περικείμενον. πλησιέστερον αὐτὸν μετεπέμψατο, καὶ παρηγορεῖν ἐπειρᾶτο, λέγων

Γῆς μέν τῶν ἀδελφῶν σου ἀπονοίας τὸ τέλος ὁρᾶς· διὰ γὰρ ἀπείθειαν στρεβλωθέντες τεθνήκασιν. σύ, εἰ μέν μὴ πεισθείης, τάλας βασανισθεὶς καὶ αὐτὸς τεθνήξῃ πρὸ ὥρας.

πεισθεὶς δέ φίλος ἔσῃ, καὶ τῶν ἐπὶ τῆς βασιλείας ἀφηγήσῃ πραγμάτων.

καὶ ταῦτα παρακαλῶν, τὴν μητέρα τοῦ παιδὸς μετεπέμψατο, ὅπως αὐτὴν ἐλεήσας τοσούτων υἱῶν στερηθεῖσαν παρορμήσειεν ἐπὶ τὴν σωτηρίαν εὐπειθῆ ποιῆσαι τὸν περιλειπόμενον.

ὁ δὲ τῆς μητρὸς τῇ Ἐραίδι φωνῇ προτρεψαμένης αὐτόν, ὡς ἐροῦμεν μετά μικρὸν ὕστερον

ʼἈπολύσατέ με, φησίν· εἴπω τῷ βασιλεῖ καὶ τοῖς σὺν αὐτῷ φίλοις πᾶσιν.

καὶ ἐπιχαρέντες μάλιστα ἐπὶ τῇ ἐπαγγελίᾳ τοῦ παιδός, ταχέως ἔλυσαν αὐτόν.

καὶ δραμὼν ἐπὶ πλησίον τῶν τηγάνων, ἔφη

Ἀνόσιε, φησίν, καὶ πάντων τῶν πονηρῶν ἀσεβέστατε τύραννε, οὐκ ᾐδέσθης παρά τοῦ θεοῦ λαβὼν τὰ ἀγαθα καὶ τὴν βασιλείαν, τοὺς θεράποντας αὐτοῦ κατακτεῖναι, καὶ τοὺς τῆς εὐσεβείας ἀσκητάς στρεβλῶσαι;

ἀυθʼ ὦν ταμιεύεταί σε ἡ θεία δίκη πυκνοτέρῳ καὶ αἰωνίῳ πυρὶ καὶ βασάνοις, αἰ εἰς ὅλον τὸν αἰῶνα οὐκ ἀνήσουσίν σε.