Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ηὲ δὲ ταχέαος μετελεύσεται ὁ θεός· τὴν γάρ τῶν θείων ὕμνων μελῳδὸν γλῶτταν ἐκτέμνεις.

Ὡς δὲ καὶ οὐτος ταῖς βασάνοις καταικισθεὶς ἐναπέθανεν, ὁ πέμπτος παρεπήδησεν, λέγων

Οὐ μέλλω, τύραννε, πρὸς τὸν ὑπέρ τῆς ἀρετῆς βασανισμὸν παραιτεῖσθαι

αὐτὸς δʼ ἀπʼ ἐμαυτοῦ παρῆλθου, ὅπως κἀμέ κατακτείνας, περὶ πλειόνων ἀδικημάτων ὄφιλήσῃς τῇ οὐρανίῳ δίκῃ τιμαωρίαν.

ὦ μισάρετε και μισάνθρωπε, τί δράσαντας ἡμᾶς τοῦτον πορθεῖς τὸν τρόπον;

ἤ κακόν σοι δοκεῖ, ὅτι τὸν πάντων κτίστην εὐσεβοῦμεν, καὶ κατἀ τὸν ἔνάρετον αὐτοῦ ζῶμεν νόμον;

ἁλλὰ ταῦτα τιμῶν. οὐ βασάνων ἐστὶν ἄξια,

εἴπερ ᾐσθάνου ἀνθρώπους ποθῶν, καὶ ἐλπίδα εἰχες παρὰ θεῷ σωτηρίου·

νῖν ἰδὲ ἀλλότριος ὧν θεοῦ, πολεμεῖς τοὺς εὐσεβοῦντας εἰς τὸν θεόν.

τοιαῦτα [*](8 απορεουσας U+05D0 10 μιαρωτατε U+05D0 11 ασεβιαν U+05D0 12 αδελφο- U+05D0 πρεπως] φοπρ sup ras Aᵃ 14 αυτοις] αυτω U+05D0 | κλαυστικωερον (sic) A (καυστικωτ. A¹⁽ᵛⁱᵈ) 15 αοιδιμον] ολεθρον αιδμή U+05D0* (imbrob ολεθρ. U+05D0¹ c.a) 16 δια τουτων] δι ουτων U+05D0 | προβεβασανισθεντων (sic) A 17 ταυτα] + δε (superscr) U+05D0¹ φονωδης] incep φονι U+05D0* παμμιαρωτατος U+05D0 | εκτεμνειν U+05D0* 18 σιωπουντων A 19 προκεχαλασται U+05D0 | γλωττοτομησεις U+05D0 40 του 1⁰] seq τ in U+05D0* (improb U+05D0¹) μελη] βελη (μ. U+05D0¹⁽ᵛⁱᵈ) 21 ὕμνον μελωδαν U+05D0* (υμνων μελωδον U+05D0c.a) XI 1 κατακισθεις (sic) A 2 om παραιτεισθαι U+05D0 3 οφιλησεις (-σις A) τη ουρανιω δικη] τη επουρανιω δικη δωσεις U+05D0 | ιμωριαν sup ras A¹ 4 μισαρετε] μιαρωτατε U+05D0 τον τροπον πορθεις U+05D0 5 om η κακον σοι δοκει U+05D0 6 εστιν] εισῖ| U+05D0 7 8 om ειπερ ησθα- νου...εις τον θgον U+05D0)

748
[*](A) λέγοντα οἱ δορυφόροι δήσαντες αὐτὸν εἷλκον ἐπὶ τὸυ καταπέλτην·

ἐφʼ ὃν δήσαντες αὐτὸν ἐπὶ τά γόνατα, καὶ ταῦτα ποδάγραις σιδηραῖς ἐφαρμόσαντες τὴν ὀσφὺν αὐτοῦ ἐπὶ τὸν τροχιαῖον σφῆνα κατέκαμψαν· περὶ ὃν ὁλος ἐπὶ τὸν τροχὸν σκορπίου τρόπον ἀνακλώμενος ἐξεμελίζετο.

κατὰ τοῦτον τὸν τρόπον καὶ τὸ πνεῦμα στενοχααορούμενος καὶ τὸ σῶμα ἀγχόμενος

Καλάς, ἔλεγεν, ἄκων, ὁ τύραννος. χάριτας ἡμῖν χαρίζῃ, καλάς, διὰ γενναιοτέρων πονων ἐπιδείξασθαι παρέχων τὴν εἰς τὸν νόμον ἡμῶν καρτερίαν.

Τελευτήσαντος δέ καὶ τούτου, ὁ ἔκτος ἤγετο μειρακίσκος· ὃς πυνθανομένου τοῦ τυράννου εἰ βούλοιτο φαγὼν ἀπολύεσθαι, ὁ δὲ ἔφη

Ἐγὼ τῇ μὲν ἡλικίᾳ τῶν ἀδελφῶν μου εἰμὶ νεώτερος, τῇ δὲ διανοίᾳ ἡλικιώτης.

εἰς τὰ αὐτὰ γὰρ καὶ γενηθέντες καὶ τραφέντες, ὑπὲρ τῶν αὐτῶν καὶ ἀποθνήσκειν ὀφίλομεν ὁμοίως.

ὥστε εἴ σοι δοκεῖ βασανίζειν μὴ μιεροφαγοῦντας, βασάνιζε.

ταῦτα αὐτὸν εἰπόντα παρῆγον ἐπὶ τὸν τροχόν.

ἐφʼ οὗ κατατεινόμενος εὐμελῶς καὶ ἐκσφονδυλιζόμενος ὑπεκαίετο.

καὶ ὀβελίσκους ὀξεῖς πυρώσαντες, τοῖς νώτοις προσέφερον· καὶ τὰ πλευρὰ διαπεί ραντες, ἀπʼ αὐτοῦ τὰ σπλάγχνα διέκαιον.