Machabaeorum iii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐν δὲ τούτοις πρὸς τοὺς ὁμοφύλους αὐτῶν ἀμνησικακίαν ἅπασιν γνωρίζοντες, διά τε τὴν συμμαχίαν καὶ τὰ πεπιστευμένα μετὰ ἁπλότητος αὐτοῖς ἀρχῆθεν μύρια πράγματα, [*](10 συνασπισειν V | παν] παντας Vᵃ | om εκτενες Vᵃ | αντιληψιν V v 11 υπολαμβανειν AV 12 Πτολεμεος A 14 της εις] εκ της κατα V | επιστρατειας V 15 επιεικια V (-κεια Vᵃ) | κατοικουντα] κατα V | ασμενως] μεν ως AV 16 προσ|οδους V* προ|σ. Vᵃ | προηχθημεν V | Ιερο- σολυμα] om I A* (superscr A¹) 17 την ημετεραν αποδεξαμενοι sup ras A¹ (την ημ. αποδ. την ημ. A*) αποδεξ. την ημ. V | εκπρεπεσειν V* ευπρεπεσει Vᵃ | ανθημασιν A (αναθ. V) 18 απαντας] παντας V 19 δυσμενειαν Vᵃ | καθεισταντες A καθειστωντες V* καθιστ. Va μονοτατοι V* (μονωτ. Vᵃ) | βασιλευειν A (-λευσιν V) 20 συμπεριενεχθ. Vᵃ 21 τε] δε V | μετα] margine avulso periit τα in V* με|θ. Vᵃ | πραγματα] + τολμησαντες V)

716
[*](A) ἐξαλλοιῶσαι ἐβουλήθημεν, καὶ πολιτίας αὐτοὺς Ἀλεξανδρέων καταξιῶσαι, καὶ μετόχους τῶν ἀεὶ ἱερέων καταστῆσαι.

οἱ δὲ τοὐναντίον ἐκδεχόμενοι καὶ τῇ συμφύτῳ κακοηθείᾳ τὸ καλὸν ἀπωσάμενοι, διηνεκῶς δὲ εἰς τὸ φαῦλον ἐκνεύοντες,

οὐ μόνον ἀπεστρέψαντο τὴν ἀτίμητον πολιτίαν, ἀλλὰ καὶ βδελύσσονται λόγῳ τε καὶ σιγῇ τοὺς ἐν αὐτοῖς ὀλίγους πρὸς ἡμᾶς γνησίως διακειμένους, παρʼ ἕκαστα ὑφορώμενοι μετὰ τῆς δυσκλεεστάτης ἐμβιώσεως διὰ τάχους ἡμᾶς καταστρέψαι τὰ πράγματα.

διὸ καὶ τεκμηρίοις καλῶς πεπεισμένοι τούτους κατὰ πάντα δυσνοεῖν ἡμῖν τρόπον, καὶ προνοούμενοι μή ποτε ἐφνιδίου μετέπειτα ταραχῆς ἐνστάσης ἡμῖν τοὺς δυσσεβεῖς τούτους κατὰ νώτου προδότας καὶ βαρβάρους ἔχωμεν πολεμίους·

προστετάχαμεν ἅμα τῷ προσπεσεῖν τὴν ἐπιστολὴν τήνδε, αὐθωρεὶ τοὺς ἐννεμομένους σὺν ταῖς γυναιξὶ καὶ τέκνοις μετὰ ὕβρεως καὶ σκυλμῶν ἀποστεῖλαι πρὸς ἡμᾶς ἐν δεσμοῖς σιδηροῖς πάντοθεν κατακεκλεισμένους, εἰς ἀνήκεστον καὶ δυσκλεῆ πρέποντα δυσμενέσι φόνον.

τούτων γὰρ ὁμοῦ κολασθέντων, διειλήφαμεν εἰς τὸν ἐπίλοιπον χρόνον τελείως ἡμῖν τὰ πράγματα ἐν εὐσταθείᾳ καὶ τῇ βελτίστῃ διαθέσει κατασταθήσεσθαι.

ὃς δ᾿ ἂν σκεπάσῃ τινὰ τῶν Ἰουδαίων ἀπὸ γεραιοῦ μέχρι νηπίου καὶ μέχρι τῶν ὑπομαστιαίων, ἐχθίσταις βασάνοις ἀποτυμπανισθήσεται πανοικίᾳ·

μηνύειν δὲ τὸν βουλόμενον ἐφʼ ᾧ τὴν οὐσίαν τοῦ ἐμπίπτοντος ὑπὸ τὴν εὔθυναν λήμψεται, καὶ ἐκ τοῦ βασιλείου δραχμὰς δισχιλίας, καὶ τῆς ἐλευθερίας στεφανωθήσεται.

πᾶς δὲ τόπος, οὗ ἐὰν φωραθῇ τὸ σύνολον σκεπαζόμενος Ἰουδαῖος, ἄβατος καὶ πυριφλεγὴς γινέσθω, καὶ πάσῃ θνητῇ φύσει καθʼ ἅπαν ἄχρηστος φανήσεται εἰς τὸν ἀεὶ χρόνον.

καὶ ὁ μὲν τῆς ἐπιστολῆς τύπος οὕτως ἐγέγραπτο.

Πάντη δὲ ὅπου προσέπιπτεν τοῦτο τὸ πρόσταγμα, δημοτελὴς συνίστατο τοῖς ἔθνεσιν οὖν εὐωχία μετὰ ἀλαλαγμῶν καὶ χαρᾶς, ὡς [*](V)[*](21 εβουλευμεν V* (superscr θη V¹) | πολιτιας (-τειας Vᵃ)] pr της Va salt | Αλεξανδρειων V* vid (-δρεων Vᵃ) | om και μετοχους…καταστησαι V 22 εκνευοντες] εκ νεοτητος V 23 πολιτειαν Va | periit εν in V* neque suppl Vᵃ 24 τεκμηριων V* vid (-ριον Vᵃ) | πεπεισμενοι] πεπιστευμενοι V | προσνοουμ. V | αιφνιδιου V | εστασης A εν…σης V* ενουσης Vᵃ | νωτου] νοτον Va vid | εχομεν V 25 αυθωρι V | γυναιξιν V* (-ξι Vᵃ) | και 1⁰] pr τε V | κατακεκλεισμενοις AV | φονον] φοβον V 26 διεληφαμεν A | ευσταθια V* (-θεια Vᵃ) | βελτιστη] κρατιστη V 27 γηραιου Vᵃ | om και V | υπομασθιων V | εχθισταις] αισχισταις V 28 βασιλειον] βασιλικου αργυριου V 29 σπαζομενοι V* (σκεπαζ. V¹) | om Ιουδαιος V | καθ απαν] κατα παντα V | αχριστος V IV 1 om ουν V)

717
ἂν τῆς προκατεσκιρωμένης αὐτοῖς πάλαι κατὰ διάνοιαν, μετὰ παρv [*](A) νῦν ἐκφαινομένης ἀπεχθείας.

τοῖς δὲ Ἰουδαίοις ἄλεκτον πένθος ἦν καὶ πανόδυρτος μετὰ δακρύων βοή, στεναγμοῖς πεπυρωμένης πάντοθεν αὐτῶν τῆς καρδίας, ὀλοφυρομένων τὴν ἀπροσδόκητον ἐξαίφνης αὐτοῖς ἐπικριθεῖσαν ὀλεθρίαν.

τίς νομὸς ἢ πόλις, ἢ τίς τὸ σύνολον οἴκτιστος τόπος, ἢ τίνες ἀγυιαὶ κοπετοῦ καὶ γόων ἐπʼ αὐτοῖς οὐκ ἐνεπιπλῶντο;

οὕτως γὰρ μετὰ πικρίας ἀνοίκτου ψυχῆς ὑπὸ τῶν κατὰ πόλιν στρατηγῶν ὁμοθυμαδὸν ἐξαπεστέλλοντο, ὥστε ἐπὶ ταῖς ἐξάλλοις τιμωρίαις καί τινας τῶν ἐχθρῶν λαμβάνοντας πρὸ τῶν ὀφθαλμῶν τὸν κοινὸν ἔλεον, καὶ λογιζομένους τὴν ἄδηλον τοῦ βίου καταστροφήν, δακρύειν αὐτῶν τὴν δυσάθλιον ἐξαποστολήν.

ἤγετο γὰρ γέρων πλήρης πολιᾶς πεπυκασμένος τὴν ἐκ τοῦ γήρως νωθρότητα ποδῶν ἐπικύφων, ἀνατροπῆς ὁρμῇ βιαίας, ἁπάσης αἰδοῦς ἄνευ πρὸς ὀξείαν καταχρώμενος πορείαν.

αἱ δὲ ἄρτι πρὸς βίου κοινωνίαν γαμικὸν ὑπεληλυθυῖαι παστὸν νεάνιδες ἀντὶ τέρψεως μεταλαβοῦσαι γόους, καὶ κόνει τὴν μυροβρεχῆ πεφυρμέναι κόμην, ἀκαλύπτως δὲ ἀγόμεναι, θρῆνον ἀνθʼ ὑμεναίων ὁμοθυμαδὸν ἐξῆρχον, ὡς ἐσπαραγμέναι σκύμνοις ἀλλοεθνέσιν·

δέσμιαι δὲ δημοσίᾳ μέχρι τῆς εἰς τὸ πλοῖον ἐμβολῆς εἵλκοντο μετὰ βίας.

οἱ δὲ τούτων συνζυγεῖς βρόχους ἀντὶ στεφέων τοὺς αὐχένας περιπεπλεγμένοι μετὰ ἀκμαίας νεανικῆς ἡλικίας, ἀντὶ εὐωχίας καὶ νεωτερικῆς ῥᾳθυμίας τὰς ἐπιλοίπους τῶν γάμων ἡμέρας ἐν θρήνοις διῆγον, παρὰ πόδας ἤδη τὸν ᾅδην ὁρῶντες κείμενον.

κατήχθησαν δὲ θηρίων τρόπον ἀγόμενοι σιδηροδέσμοις ἀνάγκαις· οἱ μὲν τοῖς ζυγοῖς τῶν πλοίων προσηλωμένοι τοὺς τραχήλους, οἱ δὲ τοὺς πόδας ἀρρήκτοις κατησφαλισμένοι πέδαις,

ἔτι καὶ τῷ καθύπερθε πυκνῷ σανιδώματι διακειμένῳ, ὅπως πάντοθεν ἐσκοτισμένοι τοὺς ὀφθαλμούς, ἀγωγὴν ἐπιβούλων ἐν παντὶ τῷ κατάπλῳ λαμβάνωσιν.