Machabaeorum iii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἃ καὶ μεταλαμβάνων ὁ δυσσεβὴς ἐπὶ τοσοῦτον ἐξεχόλησεν ὥστε οὐ μόνον τοῖς κατὰ Ἀλεξάνδρειαν ὀργίζεσθαι ἀλλὰ καὶ τοῖς ἐν τῇ χώρᾳ βαρυτέρως ἐναντιωθῆναι, καὶ προστάξαι σπεύδοντας συναγαγεῖν πάντας ἐπὶ τὸ αὐτό, καὶ χειρίστῳ μόρῳ τοῦ ζῆν μεταστῆσαι.

τούτων δὲ οἰκονομουμένων φήμη δυσμενὴς ἐξέκειτο κατὰ τοῦ γένους ἀνθρώποις συμφρονοῦσιν εἰς κακοποίησιν, ἀφορμῆς δὲ διδομένης εἰς διάθεσιν, ὡς ἂν ἀπὸ τῶν νομίμων αὐτοὺς κωλυόντων.

οἱ δὲ Ἰουδαῖοι τὴν μὲν πρὸς τοὺς βασιλεῖς εὔνοιαν καὶ πίστιν ἀδιάστροφον ἦσαν φυλάσσοντες·

σεβόμενοι δὲ τὸν θεόν, καὶ τῷ τούτου νόμῳ πολιτευόμενοι, χωρισμὸν ἐποίουν ἐπὶ τῷ κατὰ τὰς τροφάς. δι᾿ ἣν αἰτίαν ἔνιοι ἀπεχθεῖς ἐφαίνοντο·

τῇ δὲ τῶν δικαίων εὐπραξίᾳ κοσμοῦντες τὴν συναναστροφήν, ἅπασιν ἀνθρώποις εὐδόκιμοι καθειστήκεισαν.

τὴν μὲν οὖν περὶ τοῦ γένους ἐν πᾶσιν θρυλουμένην εὐπραξίαν οἱ ἀλλόφυλοι οὐδαμῶς διηριθμήσαντο·

τὴν δὲ περὶ τῶν προσκυνήσεων καὶ τροφῶν διάστασιν ἐθρύλουν, φάσκοντες μήτε τῷ βασιλεῖ μήτε ταῖς δυνάμεσιν ὁμοσπόνδους τοὺς ἀνθρώπους γίνεσθαι, δυσμενεῖς δὲ εἶναι καὶ μέγα τι τοῖς πράγμασιν ἐναντιουμένους· καὶ οὐ τῷ τυχόντι περιήψαντο φόβῳ.

Οἱ δὲ κατὰ τὴν πόλιν Ἕλληνες οὐδὲν ἠδικημένοι, ταραχὴν ἀπροσδόκητον περὶ τοὺς ἄνδρας θεωροῦντες καὶ συνδρομὰς ἀπροσκόπους γινομένας, βοηθεῖν μὲν οὐκ ἔσθενον· τυραννικὴ γὰρ ἦν ἡ διάθεσις· παρεκάλουν δὲ καὶ δυσφόρως εἶχον, καὶ μεταπεσεῖσθαι ταῦτα ὑπελάμβανον·

μὴ γὰρ οὕτω παροραθήσεσθαι τηλικοῦτο σύστεμα μηδὲν ἠγνοηκός.

ἤδη δὲ καί τινες γείτονές τε καὶ φίλοι καὶ συνπραγματευόμενοι, μυστικῶς τινας ἐπισπώμενοι, πίστεις [*](v)[*](33 καθειστηκεισαν Vᵃ | αντιλημψεως] αντι sup ras Aa αντιληψ. V | τευξεσθαι V | συν|αναστρ. V* συ|ναναστρ. Vᵃ III 1 εξεχολησεν] εχολησεν V | Αλεξανδριαν V* (-δρειαν Vᵃ) | σπευσαντας V 2 οικονομου- μενων] οικοδομ. A εξεκειτο] εξηχειτο V συμφρονουσιν (συνφρ. V* )] συμ- φοραν ουσιν (sic) A 4 δε] δη V | καταστροφας A 5 συν|αναστρ. V* συ|ναναστρ. Va 6 διηριθμησαντο] διερυθμησαντο V* (-θμισ. Vᵃ) 7 περιηψαν V | φοβω] ψογω V 8 ουδεν] ουδε V ανδρας] ανους V | εσθανον A | μεταπεσεισθαι· A 9 ουτως V | συστημα V 10 συμ- πραγματευομενοι· V)

715
ἐδίδουν συνασπιεῖν, καὶ πᾶν ἐκτενὲς προσοίσεσθαι πρὸς [*](A) ἀντίλημψίν.

Ἐκεῖνος μὲν οὖν τῇ κατὰ τὸ παρὸν εὐημερίᾳ γεγαυρωμένος, καὶ οὐ καθορῶν τὸ τοῦ μεγίστου θεοῦ κράτος, ὑπολαμβάνων δὲ διηνεκῶς ἐν τῇ αὐτῇ διαμένειν βουλῇ, ἔγραψεν κατʼ αὐτῶν ἐπιστολὴν τήνδε

Βασιλεὺς Πτολεμαῖος Φιλοπάτωρ τοῖς κατʼ Αἴγυπτον καὶ κατὰ τόπον στρατηγοῖς καὶ στρατιώταις χαίρειν καὶ ἐρρῶσθαι.

ἔρρωμαι δὲ καὶ αὐτὸς ἐγὼ καὶ τὰ πράγματα ἡμῶν.

τῆς εἰς τὴν Ἀσίαν γενομένης ἡμῖν ἐπιστρατίας, ἧς ἴστε καὶ αὐτοί, τῇ τῶν θεῶν ἀπροπτώτῳ συμμαχίᾳ κατὰ λόγον ἐπὶ τέλος ἀχθείσης,

ἡγησάμεθα μὴ βίᾳ δόρατος, ἐπιεικείᾳ δὲ καὶ πολλῇ φιλανθρωπίᾳ τιθηνήσασθαι τὰ κατοικοῦντα Κοίλην Συρίαν καὶ Φοινίκην ἔθνη, εὖ ποιήσαντες ἀσμένως.

καὶ τοῖς κατὰ πόλεσιν ἱεροῖς ἀπονείμαντες προσόδους πλείστας, προσήχθημεν καὶ εἰς τὰ Ἰεροσόλυμα ἀναβάντες τιμῆσαι τὸ ἱερὸν τῶν ἀλιτηρίων καὶ μηδέποτε ληγόντων τῆς ἀνοίας.

οἱ δὲ λόγῳ μὲν τὴν ἡμετέραν ἀποδεξάμενοι παρουσίαν, τῷ δὲ πράγματι νόθως, προθυμηθέντων ἡμῶν εἰσελθεῖν εἰς τὸν ναὸν αὐτῶν καὶ τοῖς ἐκπρεπέσιν καὶ καλλίστοις ἀναθήμασιν τιμῆσαι,

τύφοις φερόμενοι παλαιοτέροις, εἶρξαν ἡμᾶς τῆς εἰσόδου, λειπόμενοι τῆς ἡμετέρας ἀλκῆς, δι᾿ ἣν ἔχομεν πρὸς ἅπαντας ἀνθρώπους φιλανθρωπίαν.

τὴν δὲ αὐτῶν εἰς ἡμᾶς δυσμενίαν ἔκδηλον καθιστάντες, ὡς μονώτατοι τῶν ἐθνῶν βασιλεῦσιν καὶ τοῖς ἑαυτῶν εὐεργέταις ὑψαυχενοῦντες οὐδὲν γνήσιον βούλονται φέρειν.

Ἡμεῖς δὲ τῇ τούτων ἀνοίᾳ συνπεριενεχθέντες, καὶ μετὰ νίκης διακομισθέντες, καὶ εἰς τὴν Αἴγυπτον τοῖς πᾶσιν ἔθνεσιν φιλανθρώπως ἀπαντήσαντες, καθὼς ἔπρεπεν ἐποιήσαμεν.