Machabaeorum iii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Τούτων δὲ ἐπὶ τὴν λεγομένην Σχεδίαν ἀχθέντων, καὶ τοῦ παράπλου περανθέντος, [*](1 προκατασκειρωμενης A -σκηρ. V απεχθειας] απεχθ.. V 2 αλη- V κτον Vᵃ vid | πανοδυρκτος A | επεισκριθεισαν V 3 οἰκτιστὸ[ς] (sic) V | αυτοις] αυ suppl Va | om ουκ ενεπιπλωντο A | ενεπιμπλ. Va 4 πικρας V | ανοικτου] pr και Vᵃ | ομοθυμαδον] ο 1⁰ suppl Vᵃ | εξαλλοις] εξαλληλοις (ε|ξ. V* εξ. Vᵃ) V 5 γερων] γηραιων V | πληρης πολιας] πληθος πολια V | πεπυκασμενων AV | επικουφον A επικυφον V | εξιαν A | καταχρωμεν A καταχρωμενον V | ποριαν V* (-ρειαν Vᵃ) 6 μεταβαλουσαι V | πεφυρ- μεναι] πεφρυγμεναι V | αλλοεθνεσι V 7 δημοσι· α (sic) A 8 δε] τε V | συζυγεις V | βροχοις V | περιπεπλεγμενων V*vid (-μενοι V1(vid) ακμαια V | (-ας Vᵃ) νεανικης] pr κ V* (om Vᵃ) 9 αγομενοις A | σιδη- ροδεσμιοι V | κατεσφαλισμενοι V 10 κατʼ υπερθε AV* καθυπερθε| Vᵃ 11 αχθεντων] αναχθ. V | περαθεντος A* (περανθ. A¹))

718
[*](A) καθὼς ἦν δεδογματισμένον τῷ βασιλεῖ, προσέταξεν αὐτοὺς ἐν τῷ πρὸ τῆς πόλεως ἱπποδρόμῳ παρεμβαλεῖν ἀπλάτῳ καθεστῶτι περιμέτρῳ, καὶ πρὸς παραδιγματισμὸν ἄγαν εὐκαιροτάτῳ καθεστῶτι πᾶσι τοῖς καταπορευομένοις εἰς τὴν πόλιν, καὶ τοῖς ἐκ τούτων εἰς τὴν χώραν στελλομένοις πρὸς ἐκδημίαν· πρὸς τὸ μηδὲ ταῖς δυνάμεσιν αὐτοῦ κοινωνεῖν μηδὲ τὸ σύνολον καταξιῶσαι περιβόλῳ.

ὡς δὲ τοῦτο ἐγενήθη, ἀκούσας τοὺς ἐκ τῆς πόλεως ὁμοεθνεῖς κρυβῇ ἐκπορευομένους πυκνότερον ἀποδύρεσθαι τὴν ἀκλεῆ τῶν ἀδελφῶν ταλαιπωρίαν,

διοργισθεὶς προσέταξεν καὶ τούτοις ὁμοῦ τὸν αὐτὸν τρόπον ἐπιμελῶς ὡς ἐκείνοις ποιῆσαι, μὴ λειπομένοις κατὰ μηδένα τρόπον τῆς ἐκείνων τιμωρίας·

ἀπογραφῆναι δὲ πᾶν τὸ φῦλον ἐξ ὀνόματος, οὐκ εἰς τὴν ἔμπροσθεν βραχεῖ προδεδηλωμένην τῶν ἔργων κατὰ τρόπον λατρείαν, στρεβλωθέντας δὲ παρηγγελμέναις αἰκίαις τὸ τέλος ἀφανίσαι μιᾶς ὑπὸ καιρὸν ἡμέρας.

ἐγίνετο μὲν οὖν ἡ τούτων ἀπογραφὴ μετὰ πικρᾶς σπουδῆς καὶ φιλοτίμου προσεδρίας ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, ἀνήνυτον λαμβάνουσα τὸ τέλος ἐπὶ ἡμέρας τεσσεράκοντα.

Μεγάλως δὲ καὶ διηνεκῶς ὁ βασιλεὺς χαρᾷ πεπληρωμένος, συμπόσια ἐπὶ πάντων τῶν εἰδώλων συνιστάμενος, πεπληρωμένῃ πόρρω τῆς ἀληθείας φρενὶ καὶ βεβήλῳ στόματι, κωφὰ καὶ μὴ δυνάμενα αὐτοῖς λαλεῖν ἢ ἀρήγειν ἐπαινῶν, εἰς δὲ τὸν θεὸν τὰ μὴ καθήκοντα λαλῶν.

μετὰ δὲ τὸ προειρημένον τοῦ χρόνου διάστημα προηνέγκαντο οἱ γραμματεῖς τῷ βασιλεῖ, μηκέτι ἰσχύειν τὴν τῶν Ἰουδαίων ἀπογραφὴν ποιεῖσθαι διὰ τὴν ἀμέτρητον αὐτῶν πληθύν·

καίπερ ὄντων ἔτι κατὰ τὴν χώραν τῶν πλειόνων, τῶν μὲν κατὰ τὰς οἰκίας ἔτι συνεστηκότων, τῶν δὲ καὶ κατὰ τὸν τόπον, ὡς ἀδυνάτου καθεστῶτος πᾶσιν τοῖς ἐπʼ Αἴγυπτον στρατηγοῖς.

ἀπειλήσαντος δὲ αὐτοῖς σκληρότερον, ὡς δεδωροκοπημένοις εἰς μηχανὴν τῆς ἐκφυγῆς, συνέβη σαφῶς αὐτὸν περὶ τούτου πιστωθῆναι,

λεγόντων μετὰ ἀποδείξεως καὶ τὴν χαρτηρίαν ἤδη καὶ τοὺς γραφικοὺς καλάμους, ἐν οἷς ἐχρῶντο, ἐκλελοιπέναι.

τοῦτο δὲ ἦν [*](V)[*](11 απλετω V | παραδειγματισμον V | ευκερωτατω V* (ευκαιροτ. Vᵃ) | πασι V | τοις 2⁰] τους V | στελλομενους V | om μηδε 2⁰ A (hab V) | περιβολων V 13 om ως εκεινοις V 14 ουκ εις] εις γαρ V | κατα τροπον] καταπονον V στρεβλωθεντα A -τες V | παρηγγελμεναις] pr ταις V 15 om ουν V | η] + γη V | προσεδριας] προς ανδρειαν V | τεσσαρακ. V 16 om χαρα V | πεπλη- ρωμενος] πεπλανημ. V | επι] απο V | φρενι] φρονει A | βεβιλως V* (-βηλω Vᵃ) | κωφα] pr τα μεν V | η αρηγειν] παρηγ. V εις δε τα μη καθ. λαλων A (om V) 17 προσηνεγκαν V 18 συνεστηκοτων] νυν εστηκ. V | om και V* (superscr V¹) τον τοπον] om τον V | αδυνατου] δυνατου A | επ] υπο V 19 πιστωθη- ναι] πισθηναι V* (πεισθ. Vᵃ) 20 χαρτηραν V | εχθρω|το V*vid (εχρ. Vᵃ))

719
ἐνέργεια τῆς τοῦ βοηθοῦντος τοῖς Ἰουδαίοις ἐξ οὐρανοῦ προνοίας [*](A) ἀνικήτου.

Τότε προσκαλεσάμενος Ἕρμωνα τὸν πρὸς τῇ τῶν ἐλεφάντων ἐπιμελείᾳ, βαρείᾳ μεμεστωμένος ὀργῇ καὶ χόλῳ κατὰ πᾶν ἀμετάθετος,

ἐκέλευσεν ὑπὸ τὴν ἐρχομένην ἡμέραν δαψιλέσι δράκεσι λιβανωτοῦ καὶ οἴνῳ πλείονι ἀκράτῳ ἅπαντας τοὺς ἐλέφαντας ποτίσαι, ὄντας τὸν ἀριθμὸν πεντακοσίους· καὶ ἀγριωθέντας τῇ τοῦ πόματος ἀφθόνῳ χορηγίᾳ εἰσαγαγεῖν πρὸς συνάντησιν τοῦ μόρου τῶν Ἰουδαίων.

ὁ μὲν τάδε προστάσσων ἐτρέπετο πρὸς τὴν εὐωχίαν, συναγαγὼν τοὺς μάλιστα τῶν φίλων καὶ τῆς στρατιᾶς ἀπεχθῶς ἔχοντας πρὸς τοὺς Ἰουδαίους.

ὁ δὲ ἐλεφαντάρχης τὸ προσταγὲν ἀραρότως Ἕρμων συνετέλει.

οἵ τε πρὸς τούτοις λειτουργοὶ κατὰ τὴν ἑσπέραν ἐξιόντες τὰς τῶν ταλαιπωρούντων ἐδέσμευον χεῖρας, τήν τε λοιπὴν ἐμηχανῶντο περὶ αὐτοὺς ἀσφάλειαν ἔννυχον, δόξαντες ὁμοῦ λήμψεσθαι τὸ φῦλον πέρας τῆς ὀλεθρίας.

οἱ δὲ πάσης σκέπης ἔρημοι δοκοῦντες εἶναι τοῖς ἔθνεσιν Ἰουδαῖοι, διὰ τὴν πάντοθεν περιέχουσαν αὐτοὺς μετὰ δεσμῶν ἀνάγκην,

τὸν παντοκράτορα κύριον καὶ πάσης δυνάμεως δυναστεύοντα, ἐλεήμονα θεὸν αὐτῶν καὶ πατέρα, δυσκαταπαύστῳ βοῇ πάντες μετὰ δακρύων ἐπεκαλέσαντο, δεόμενοι

τὴν κατ᾿ αὐτῶν μεταστρέψαι βουλὴν ἀνοσίαν, καὶ ῥύσασθαι αὐτοὺς μετὰ μεγαλομεροῦς ἐπιφανείας ἐκ τοῦ παρὰ πόδας ἐν ἑτοίμῳ μόρου.

τούτων μὲν οὖν ἡ λιτανία ἐκτενῶς ἀνέβαινεν εἰς τὸν οὐρανόν.