Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ᾠκοδομήθη τὸ θυσιαστήριον καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τὸ πρότερον, καὶ ὠργίσθη σφόδρα.

καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος Ἰακὼβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν, καὶ ἤρξαντο τοῦ θανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν.

καὶ ἐπολέμει Ἰούδας πρὸς τοὺς υἱοὺς Ἠσαὺ ἐν τῇ Ἰοδαίᾳ τὴν Ἀκραβαττήνην, ὅτι περιεκάθηντο τὸν Ἰσραήλ· [*](U+05D0V)[*](54 κατα 2⁰] pr και U+05D0V | εκεινη] τη ημερα U+05D0V | om εν 4⁰ U+05D0V 55 επε- σεν U+05D0V | ευλογησαν U+05D0V | αυτους] αυτοις U+05D0 56 ενκαινισμον U+05D0V | |ημερας οκτω…σωτηριου bis scr A | μετ] μετα U+05D0 57 om χρυσοις U+05D0* (hab U+05D0c.a) | ασπιδισκας A | ενεκαινισαν U+05D0V | παστοφορια] παστορια A | εθυρωσαν] εθυσαν U+05D0* (εθυρ. U+05D0c.a) 58 μεγαλη ευφροσυνη U+05D0V | ονειδος] ονειδισμος U+05D0 (ονιδ.) V 59 εκκλησια] pr η U+05D0V | ημεραι εγκαινισμου] αι ημ. του ε καινισμου U+05D0 ημ. του εγκ. V | ενιαυτον 1⁰] ενιαυτου U+05D0* (-τον U+05D0c.a) 60 ισχυρους] υψηλους U+05D0* οχυ- ρους U+05D0c.a | V μη] pr και U+05D0 | καταπατησουσιν U+05D0V | αυτα] αυτο U+05D0c.a 61 απε- ταξεν U+05D0V | αυτο 1⁰] αυτα U+05D0* (-το U+05D0c.a) V | ωχυρωσεν U+05D0Vᵃ οχ. V* | αυτο 2⁰] αυτου U+05D0* (-τo U+05D0c.a, c.b) | Βαθσουρα U+05D0 Βαιθσ. V V 1 και εγενετο οτε] το οτε U+05D0* (κ εγεν. οτε U+05D0c.a) | οικοδομητο U+05D0* οικοδομηθη U+05D0c.a V* ωκ. Vᵃ | το θυσιαστηριον] om το U+05D0* (hab U+05D0c.a) | ωργισθησαν U+05D0V 2 εβουλευσαντο] ωργισθησαν U+05D0* (εβουλ. U+05D0c.ᵃ) εβουλευοντο V | εν μεσω αυτων] αυτω εν μεσω U+05D0* αυτων εν μ. U+05D0c.a 3 Ιουδαια] Ιδουμαια U+05D0V | Ακραβαττανην U+05D0c.aV | Ισραηλ] Αμαληκ U+05D0* Ισλ U+05D0¹ (Αμ. uncis incl U+05D0¹ improb U+05D0c.a c.b))

611
καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ συνέστειλεν αὐτούς, καὶ [*](A) ἔλαβεν τὰ σκῦλα αὐτῶν.

καὶ ἐμνήσθη τῆς κακίας υἱῶν Βαιάν, οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ εἰς σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς.

καὶ διεκλείσθησαν ὑπʼ αὐτοῦ εἰς τοὺς πύργους, καὶ παρέβαλεν ἐπʼ αὐτούς, καὶ ἀνεθεμάτισεν αὐτούς, καὶ ἐνεπύρισεν τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐνοῦσιν.

καὶ διεπέρασεν. ἐπὶ τοὺς υἱοὺς Ἀμμών, καὶ εὗρεν χεῖρα κραταιὰν καὶ λαὸν πολύν, καὶ Τιμόθεον ἡγούμενον αὐτῶν.

καὶ συνῆψεν πρὸς αὐτοὺς πολέμους πολλούς, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς.

καὶ προκατέλαβε τὴν Ἰάζην καὶ τὰς θυγατέρας αὐτῆς, καὶ ἀνέστρεψεν εἰς τὴν Ἰουδαίαν.

Καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τῇ Γαλααδίτιδι ἐπὶ τὸν Ἰσραὴλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς· καὶ ἔφυγον εἰς Δάθεμα τὸ ὀχύρωμα.

καὶ ἀπέστειλαν γράμματα πρὸς Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, λέγοντες Ἐπισυνηγμένα ἐστὶν ἐφʼ ἡμᾶς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς,

καὶ ἑτοιμάζοντες ἐλθεῖν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα εἰς ὃ κατεφύγομεν· καὶ Τιμόθεος ἡγεῖται τῆς παρεμβολῆς αὐτῶν.

νῦν οὖν ἐλθὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆθος.

καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τονβίου τεθανάτωνται, καὶ αἰχμαλωτίκασι τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευήν, καὶ ἀπώλεσαν ἐκεῖ ὡς μίαν χιλιάδα ἀνδρῶν.

Ἔτι αἱ ἐπιστολαὶ ἀνεγινώσκοντο, καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διερρηχότες τὰ ἱμάτια, ἀπαγγέλλοντες κατὰ τὰ ῥήματα ταῦτα,

λέγοντες Ἐπισυνήχθη ἐπʼ αὐτοὺς ἐκ Πτολεμαίδος καὶ Τύρου καὶ Σιδῶνος καὶ πᾶσα Γαλιλαίᾳ ἀλλοφύλων, τοῦ ἐξαναλῶσαι ἡμᾶς.

Ὡς δὲ ἤκουσεν Ἰούδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους, ἐπισυνήχθη ἐκκλησία μεγάλη βουλεύεσθαι τί ποιήσωσιν τοῖς ἀδελφοῖς αὐτῶν [*](3 επαταξαν U+05D0 | σκυλα U+05D0V] αγκυλα A | υιων] υμων V* (υι. V¹) | om εις U+05D0V 2° U+05D0V 5 διεκλεισθησαν] συνεκλεισθησαν U+05D0 (-κλισθ.) V | αυτου] αυτους AV | παρεβαλεν] παρενεβαλεν U+05D0V | ενεπυρισε U+05D0Vᵃ | om εν πυρι V | ενουσιν] ενοι- κουσιν U+05D0c.a 6 πολυν] + και χειρα ισχυρα | U+05D0V 8 προκατελαβετο U+05D0V | Ιαζην] Ιαζηρ U+05D0V | ανεστρεψαν U+05D0 | Ιουδαιαν] Ιδουμαιαν V 9 τα εθνη] pr εις U+05D0 | Γαλααδιτι A Γαλααδ U+05D0V | επι 2⁰] εν V | Δαθαιμα U+05D0 Δαμεθα V 10 εστιν] εισιν V | om εφ ημας U+05D0 | τα κυκλω] om τα U+05D0V 11 ετοιμαζονται U+05D0A? (-τε) | κατεφυγον U+05D0* (κατεφυγομεν U+05D0c.ᵃ) | ηγειτο V | παρεμβολης] δυνα- μεως U+05D0V 12 εξελθων V 13 om οντες U+05D0* (hab U+05D0c.ᵃ) | ηχμαλωτικασιν U+05D0*V -τενκασιν U+05D0c.ᵃ (superscr ευ postea ras U+05D0?) | om αυτων bis U+05D0 : 2⁰, V | ως] ωσει U+05D0 (-σι U+05D0* -σει U+05D0c.ᵃ) | χιλιαδα (-αδαν (sic) sup ras Aᵃ)] χιλιαρχιαν U+05D0V 14 αι επιστολαι] om αι U+05D0 | ανεγιγνωσκοντο U+05D0 | διερρηχοντες (sic) V 15 επι. συνηχθαι U+05D0V | Σειδωνος U+05D0 | πασαν Γαλιλαιαν AV 16 om βουλευε- σθαι U+05D0* (hab U+05D0c.b (vid) βουλευσασθαι V | ποιησουσιν V | τοις αδ.] τοι αδ. A* (ς superscr A¹))

612
[*](A) τοῖς οὖσιν ἐν θλίψει καὶ πολεμουμένοις ὑπʼ αὐτοῦ.

καὶ εἶπεν Ἰούδας Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ Ἐπίλεξον σεαυτῷ ἄνδρας. καὶ πορεύου καὶ ῥῦσαι τοὺς ἀδελφούς σου ἐν τῇ Γαλιλαία· ἐγὼ δὲ καὶ Ἰωναθὰν ὁ ἀδελφός μου πορευσόμεθα εἰς τὴν Γαλααδῖτιν.

καὶ κατέλειπεν Ἰώσηφον τὸν τοῦ Ζαχαρίου καὶ Ἀζαρίαν ἡγούμενον τοῦ λαοῦ μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως ἐν τῇ Ἰουδαίᾳ εἰς τήρησιν·

καὶ ἐνετείλατο αὐτοῖς λέγων ΙΙρόστητε τοῦ λαοῦ τούτου, καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς.

καὶ ἐμερίσθησαν Σίμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευθῆναι εἰς τὴν Γαλιλαίαν, Ἰούδᾳ δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδῖτιν.