Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐπορεύθη Σίμων εἰς τὴν Γαλιλαίαν, καὶ συνῆψεν πολέμους πολλοὺς πρὸς τὰ ἔθνη· καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτοῦ.

καὶ ἐδίωξεν αὐτοὺς ἕως τῶν πόλεων Πτολεμαίδος· καὶ ἔπεσον ἐκ τῶν ἐθνῶν εἰς τρισχιλίους ἄνδρας, καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν.

καὶ παρέλαβεν αὐτοὺς ἐκ τῆς Γαλιλαίας καὶ ἐν Ἀρβάκτοις σὺν ταῖς γυναιξὶν καὶ τοῖς τέκνοις, καὶ πάντα ὅσα ἦν αὐτοῖς, καὶ ἤγαγον εἰς τὴν Ἰουδαίαν μετʼ εὐφροσύνης μεγάλης.

Καὶ Ἰούδας ὁ Μακκαβαῖος καὶ Ἰωναθὰν ὁ ἀδελφὸς αὐτοῦ διέβησαν τὸν Ἰορδάνην, καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῇ ἐρήμῳ.

καὶ συνήντησαν τοῖς Ναβαταίοις, καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς, καὶ διηγήσαντο αὐτοῖς ἅπαντα τὰ συμβεβηκότα τοῖς ἀδελφοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι·

καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βοσσορὰ καὶ Βοσσόρ, ἐν Ἀλάμοις, Κασφώρ, Μακέβ, καὶ Καρνέιν· πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι.

καὶ ἐν ταῖς λοιπαῖς πόλεσιν τῆς Γαλααδίτιδος εἰσὶν συνειλημμένοι· εἰς αὔριον τάσσονται παρεμβαλεῖν ἐπὶ τὰ ὀχυρώματα, καὶ καταλαβέσθαι καὶ ἐξᾶραι πάντας αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ.

καὶ ἀπέστρεψεν Ἰούδας καὶ ἡ παρεμβολὴ [*](U+05D0V)[*](16 πολεμουμενους V | αυτου] αυτων U+05D0V 17 επιλεξαι V | om σου U+05D0 | εν τη Γ.] pr τους U+05D0V | εγω] λεγω U+05D0* (improb postea ras U+05D0?) | Ιωναθας U+05D0 | μου] αυτου U+05D0* (μου U+05D0c.ᵃ) | Γαλααδειτιν U+05D0 18 κατελιπεν U+05D0 | Ιωσηπον U+05D0 -σιππ. Va -σηππ. Vᵃ 19 αυτοις] τω λαω V 20 Σιμων U+05D0 |οκτακισχιλιοι] Η ?? H ?? U+05D0* η΄ U+05D0c.ᵃ, c.b | Γαλααδειτιν U+05D0 Γαλαδιτν V* -δητιν Vᵃ 21 om πολους V | προς] εις V 22 των πολεων] της πυλης U+05D0V | ελαβον U+05D0V 23 παρελαβον U+05D0V | αυτους] τους U+05D0V | Αριανοις U+05D0* (Αρβακτοις U+05D0c.ᵃ) Αρβατνοις V -βαταν. Vᵃ ηγαγεν U+05D0 24 ο αδελφος] om ο U+05D0* (superscr U+05D0¹) 25 Ναβαταιοις] αναβαταις οι U+05D0 Αναβατταιοις V | ιρηνικοις U+05D0* (-ικως U+05D0c.ᵃ) | α- παντα] παντα U+05D0 | συνβαντα U+05D0 | Γαλααδειτι U+05D0 -διτι V 26 om οτι V |συνι- λημμ. U+05D0* συνιληγμ. U+05D0c.a | Βοσορα U+05D0 Bοσορρα V | Βοσσορ] Βοσορ U+05D0V* -σωρ Vᵃ | Αλεμοις U+05D0*Aλειμοις U+05D0c.a c.b ⁽ᵛⁱᵈ) Αλιμ. V | Κασφω U+05D0* (Κασφωρ U+05D0c.a) και Σκαφω V | Μακεδ U+05D0* V και Μακεδ U+05D0c.a | Καρναιδ᾿ U+05D0V | πασαι αι πολεις αυται] αυται αι πολεις U+05D0* V πασαι αυται αι πολ. U+05D0c.a | πολις A 27 λοιπαις] αλλαις U+05D0 | Γαλααδειτ, U+05D0 | συνειληγμ. U+05D0c.a | παρεμβαλλειν U+05D0 | αυτους] τουτους U+05D0V)

613
αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον εἰς Βοσὸρ ἄφνω· καὶ κατελάβετο τὴν [*](A) πόλιν, καὶ ἀπέκτεινεν πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας, καὶ ἔλαβεν πάντα τὰ σκῦλα αὐτῶν, καὶ ἐνέπρησεν αὐτὴν πυρί

καὶ ἀπῆρεν ἐκεῖθεν νυκτός, καὶ ἐπορεύετο ἕως ἐπὶ τὸ ὀχύρωμα.

καὶ ἐγένετο ἑωθινή, καὶ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδοὺ λαὸς πολὺς οὗ οὐκ ἦν ἀριθμός, αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα· καὶ ἐπολέμουν αὐτούς.

καὶ ἴδεν Ἰούδας ὅτι ἦρκται ὁ πόλεμος, καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη ἕως οὐρανοῦ σάλπιγξιν καὶ κραυγῇ μεγάλῃ·

καὶ εἶπεν τοῖς ἀνδράσιν τῆς δυνάμεως Πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν.

καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξόπισθεν αὐτῶν· καὶ ἐσάλπισεν ταῖς σάλπιγξιν, καὶ ἐβόησαν ἐν προσευχῆ.

καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι ὁ Μακκαβαός ἐστιν, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς πληγῇ μεγάλῃ· καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας.

καὶ ἀπέκλινεν εἰς Μααφὰ καὶ ἐπολέμησεν αὐτήν, καὶ κατελάβετο αὐτὴν καὶ ἀπέκτεινεν πᾶν ἀρσενικὸν αὐτῆς, καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς, καὶ ἐνέπρησει αὐτὴν ἐν πυρί.

ἐκεῖθεν ἀπῆρεν καὶ προκατελάβετο τὴν Χασφώθ, Μακέδ, Βοσόρ, καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος.

δὲ τὰ ῥήματα ταῦτα συνήγαγεν Τιμόθεος παρεμβολὴν ἄλλην, καὶ παρενέβαλεν κατὰ πρόσωπον Ῥαφὼν ἐκ πέραν τοῦ χειμάρρου.

καὶ ἀπέστειλεν Ἰούδας κατασκοπῆσαι τὴν παρεμβολήν· καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες Ἐπισυνηγμένοι εἰσὶν πρὸς αὐτοὺς πάντα τὰ ἔθνη τὰ κύκλῳ ὑμῶν, δύναμις πολλὴ σφόδρα.

καὶ Ἄραβες μεμίσθωνται εἰς βοήθειαν αὐτοῖς, καὶ παρεμβάλλουσιν πέραν τοῦ χειμάρρου, ἕτοιμοι τοῦ ἐλθεῖν ἐπὶ σέ εἰς πόλεμον. καὶ ἐπορεύθη Ἰούδας εἰς συνάντησιν αὐτῶν.

καὶ εἶπεν Τιμόθεος τοῖς ἄρχουσιν τῆς δυνάμεως αὐτοῦ ἐν τῷ ἐγγίζειν Ἰούδαν καὶ τὴν παρεμβυλὴν αὐτοῦ [*](28 εις Βοσορ αφνω] Bοσορα αφ ων U+05D0* Βοσοραʼ αφνω U+05D0c.b Bοσορʼ ρααφων V* U+05D0V Bοσωρʼ ρ. Vᵃ | απεκτινε U+05D0 -κτεινε Vᵃ | ενεπρησαν U+05D0 29 επορευοντο U+05D0 | εως] ως V 30 εωθινη] pr τη U+05D0c.a | om και 2⁰ U+05D0 | om ου ουκ ην αριθμος U+05D0* | (hab U+05D0c.b) | ου] ος A 31 ειδεν U+05D0Vᵃ | εως ουρανου] ε in mg, ου 2° sup ras, τ post εως superscr Aᵃ | σαλπιγξιν] η σαλπιγξ U+05D0* και σαλπιγξ U+05D0c.a 32 ημων] υμων (ημ. U+05D0c.b) 33 εσαλπισαν U+05D0V | ταις σαλπ.] pr εν V |και εβοησαν] pr και εβοησαν ταις σαλπιγξιν U+05D0* (improb U+05D0c.a) 34 ο Μακκα- βαιος] om ο U+05D0V | πληγην μεγαλην U+05D0V | οκτακισχιλιους] τρισχιλιους δεκα U+05D0* (οκτακισχ. U+05D0c.b) 35 Μαφα U+05D0 36 κατελαβετο V | Χασφων U+05D0 Κασφων V | Βοσορ (-σωρ Vᵃ)] pr και U+05D0V| πολις A | Γαλααδειτιδος U+05D0 37 ρημα V* (-ματα V¹) | Ραφελ V fort | περαν] προσωπου U+05D0 38 κατασκοπευσαι U+05D0V | | επισυνηγμενα U+05D0V | αυτους] αυτον U+05D0 | υμων] ημων U+05D0V | δυναμιν πολλιν V* (-λλην Vᵃ) 39 Αραβας U+05D0V | παρενβαλουσιν U+05D0* (παρενβαλλ.U+05D0c.a) παρεμβαλουσι Vᵃ)

614
[*](A) ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος Ἐὰν διαβῇ πρὸς ἡμᾶς πρότερος, οὐ δυνησόμεθα ὑποστῆναι αὐτόν, ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς.