Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐπέλεξεν ἱερεῖς ἀμώμους θελητὰς νόμου·

καὶ ἐκαθάρισαν τὰ ἅγια, καὶ ἦραν τοὺς λίθους τοῦ μιασμοῦ εἰς τόπον ἀκάθαρτον.

καὶ ἐβουλεύσαντο περὶ τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως τοῦ βεβηλωμένου, τί αὐτῷ ποιήσωσιν.

καὶ ἔπεσεν αὐτοῖς βουλὴ ἀγαθή, καθελεῖν αὐτό, μή ποτε γένηται αὐτοῖς εἰς ὄνειδος, ὅτι ἐμίαναν τὰ ἔθνη αὐτό· καὶ καθεῖλον τὸ θυσιαστήριον.

καὶ ἀπέθεντο τοὺς λίθους ἐν τῷ ὄρει τοῦ οἰκου ἐν τόπῳ ἐπιτηδείῳ, μέχρι τοῦ παραγενηθῆναι προφήτην τοῦ ἀποκριθῆναι περὶ αὐτῶν.

καὶ ἔλαβον λίθους ὁλοκλήρους κατὰ τὸν νόμον, καὶ ᾠκοδόμησαν θυσιαστήριον καινὸν κατὰ τὸ πρότερον.

καὶ ᾠκοδόμησαν τὰ ἅγιὰ καὶ τὰ ἐντὸς τοῦ οἴκου, καὶ τὰς αὐλὰς ἡγίασεν.

καὶ ἐποίησαν τὰ σκεύη τὰ ἅγια καινά, καὶ εἰσήνεγκαν τὴν λυχνίαν καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ θυμιαμάτων καὶ τὴν τράπεζαν εἰς τὸν ναόν.

καὶ ἐθυμίασαν ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐξῆψαν τοὺς λύχνους τοὺς ἐπὶ τῆς λυχνίας· καὶ ἐφαίνοσαν ἐν τῷ ναῷ.

καὶ ἐπέθηκαν ἐπὶ τὴν τράπεζαν ἄρτους, καὶ ἐξεπέτασαν τὰ καταπετάσματα· καὶ ἐτέλεσαν πάντα τὰ ἔργα ἃ ἐποίησαν.

Καὶ ὤρθρισαν τὸ πρωὶ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἐνάτου· οὗτος ὁ μὴν Χασελεὺ τοῦ ὀγδόου καὶ τεσσερακοστοῦ καὶ ἑκατοστοῦ ἔτους.

καὶ ἀνήνεγκαν θυσίαν κατὰ τὸν νόμον ἐπὶ τὸ θυήιαγνήριον τῶν [*](36 αναβωμεν καθαρισαι] αναβαται καθαρισαται U+05D0* αναβωμεν κ καθαρισωμεν U+05D0V U+05D0c.a | ενκαινισαι (εγκ. V)] ενκαινισωμον U+05D0c.a 38 ειδον U+05D0Vᵃ | om ημων U+05D0V | πυλας] θυρας U+05D0 | om εν 3° U+05D0V 39 διερρηξαν] ερρηξαν U+05D0 | om επι την κεφαλην αυτων U+05D0 40 επεσαν U+05D0V | σημασιων] σημιων U+05D0 | ουρανον] pr τον V 41 καθαρισει Vᵃ 42 επελεξεν] επελεξατο U+05D0V | ιερις U+05D0 44 αυτω] αυτο U+05D0 | ποιησουσιν V 45 αυτοις 1⁰] αυτος U+05D0* -τοις U+05D0c) | ονειδισμον V 46 επεθεντο V 47 ελαβον U+05D0] ελαβεν AV | ωκοδομησαν U+05D0c.a] ωκοδομησεν U+05D0*A V 48 ηγιασαν U+05D0 49 τα σκευη τα αγια] σκευη αγ. U+05D0V 50 εφαινον U+05D0V 52 τω πρωι V* vid | om του ενατου U+05D0 | εννατου Va | Χασαλευ U+05D0* (-σελευ U+05D0?) Χας· ελεου A | του 3⁰] ετους U+05D0?| ογδοου…εκατοστου] η΄ και μ΄ και ρ΄ U+05D0 | om ετους U+05D0)

610
[*](Α) ὁλοκαυτωμάτων τὸ καινὸν ὃ ἐποίησαυ·

κατὰ τὸν καιρὸν κατὰ τὴν ἡμέραν ἐν ᾗ ἐβεβήλωσαν αὐτὸ τὰ ἔθνη, ἐν ἐκείνῃ ἐνεκαινίσθη ἐν ᾠδαῖς καὶ κιθάραις καὶ κινύραις καὶ ἐν κυμβάλοις.

καὶ ἔπεσον πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον, καὶ προσεκύνησαν καὶ ηὐλόγησαν εἰς οὐρανὸν τὸν εὐοδώσαντα αὐτούς.

καὶ ἐποίησαν τὸν ἐγκαινιασμον τοῦ θυσιαστηρίου ἡμέρας ὀκτώ, καὶ προσήνεγκαν ὁλοκαυτώματα μετʼ εὐφροσύνης, καὶ ἔθυσαν θυσίαν σωτηρίου καὶ αἰνέσεως.

καὶ κατεκόσμησαν τὸ κατὰ πρόσωτπον τοῦ ναοῦ στεφάνοις χρυσοῖς καὶ ἀσπιδίσκαις, καὶ ἐνεκαίνισεν τὰς πύλας καὶ τὰ παστοφόρια, καὶ ἐθύρωσαν αὐτά.

καὶ ἐγενήθη εὐφροσύνη μεγάλη ἐν τῷ λαῷ σφόδρα, καὶ ἀπεστράφη ὄνειδος ἐθνῶν.

καὶ ἔστησεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἐκκλησία Ἰσραήλ, ἵνα ἄγωνται ἡμέραι ἐγκαινισμοῦ τοῦ θυσιαστηρίου ἐν τοῖς καιροῖς αὐτῶν ἐνιαυτὸν κατʼ ἐνιαυτὸν ἡμέρας ὀκτώ, ἀπὸ τῆς πέμπτης καὶ εἰκάδος τοῦ μηνὸς Χασελεύ, μετ᾿ εὐφροσύνης καὶ χαρᾶς.

καὶ ᾠκοδόμησαν ἐν τῷ καιρῷ ἐκείνῳ τὸ ὄρος Σιών, κυκλόθεν τείχη ὑψηλὰ καὶ πύργους ἰσχυρούς, μή ποτε παραγενηθέντα τὰ ἔθνη καταπατήσωσιν αὐτά, ὡς ἐποίησαν τὸ πρότερον.

καὶ ἀπέταξαν ἐκεῖ δύναμιν τηρεῖν αὐτό, καὶ ὠχύρωσαν αὐτὸ τηρεῖν τὴν Βεθσουρά, τοῦ ἔχειν τὸν λαὸν ὀχύρωμα κατὰ πρόσωπον τῆς Ἰδουμαίας.