Tobias (Cod. Vaticanus + Cod. Alexandrinus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
4ἐκεῖ ὑποδείξατε τὴν μεγαλωσύνην αὐτοῦ, ὑψοῦτε αὐτὸν ἐνώπιον παντὸς ζῶντος· καθότι αὐτὸς κύριος ἡμῶν, καὶ θεὸς αὐτὸς πατὴρ ἡμῶν εἰς πάντας τοὺς αἰῶνας.
5καὶ μαστιγώσει ἡμᾶς ἐν ταῖς ἀδικίαις ἡμῶν, καὶ πάλιν ἐλεήσει καὶ συνάξει ἡμᾶς ἐκ πάντων τῶν ἐθνῶν, οὗ ἐὰν σκορπισθῆτε ἐν αὐτοῖς.
6ἐὰν ἐπιστρέψητε πρὸς αὐτὸν ἐν ὅλη καρδίᾳ ὑμῶν καὶ ἐν ὅλῃ τῆ ψυχῇ ποιῆσαι ἐνώπιον αὐτοῦ ἀλήθειαν, τότε ἐπιστρέψει πρὸς ὑμᾶς καὶ οὐ μὴ κρύψῃ τὸ πρόσωπον αὐτοῦ ἀφʼ ὑμῶν. (6)καὶ θεάσασθε ὁ ποιήσει μεθʼ ὑμῶν, καὶ ἐξομολογήσασθε αὐτῷ ἐν ὅλῳ τῷ σώματι ὑμῶν· καὶ εὐλογήσατε τὸν κύριον τῆς δικαιοσύνης, καὶ ὑψώσατε τὸν βασιλέα τῶν αἰώνων. (7)ἐγὼ ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου ἐξομολογοῦμαι αὐτῷ, καὶ δεικνύω τὴν ἰσχὺν καὶ τὴν μεγαλωσύνην αὐτοῦ ἔθνη ἁμαρτωλῶν. (8)ἐπιστρέψατε, ἁμαρτωλοί, καὶ ποιήσατε δικαιοσύνην ἐνώπιον αὐτοῦ· τίς γινώσκει εἰ θελήσει ὑμᾶς καὶ ποιήσει ἐλεημοσύνην ὑμῖν; [*] (4 θεος αυτος] ο θς ο A 5 εσκορπισθητε A 6 καρδια] pr τη A | ψυχη] A +υμῶν A | επιστρεψει] ε sup ras A? | μεθ] με sup ras Bᵃᵇ | σωματι] στο- ματι A | ευλογησατε] ευλογειτε A | γιγνωσκει A | ει A] η B* om Bb | υμιν] εις υμας A) 844
[*] (Β)
7τὸν θεόν μου ὑψῶ, καὶ ἡ ψυχῇ μου τῷ βασιλεῖ τοῦ οὐρανοῦ, καὶ ἀγαλλιάσεται τὴν μεγαλωσύνην αὐτοῦ.
8λεγέτωσαν πάντες καὶ ἐξομολογείσθωσαν αὐτῷ ἐν Ἰεροσολύμοις.
9Ἰεροσόλυμα πόλις ἁγίου· μαστιγώσει ἐπὶ τὰ ἔργα τῶν υἱῶν σου, καὶ πάλιν ἐλεήσει τοὺς υἱοὺς τῶν δικαίων.
10ἐξομολογοῦ τῷ κυρίῳ ἀγαθῶς, καὶ εὐλόγει τὸν βασιλέα τῶν αἰώνων, ἵνα πάλιν ἡ σκηνὴ αὐτοῦ οἰκοδομηθῇ σοι μετὰ χαρᾶς καὶ εὐφράναι ἐν σοὶ τοὺς αἰχμαλώτους καὶ ἀγαπήσαι ἐν σοὶ τοὺς ταλαιπώρους εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.
¹¹ἔθνη πολλὰ μακρόθεν ἥξει πρὸς τὸ ὄνομα Κυρίου τοῦ θεοῦ, δῶρα ἐν χερσὶν ἔχοντες καὶ δῶρα τῷ βασιλεῖ τοῦ οὐρανοῦ· γενεαὶ γενεῶν δώσουσίν σοι ἀγαλλίαμα.
¹²ἐπικατάρατοι πάντες οἱ μισοῦντές σε, εὐλογημένοι ἔσονται πάντες οἵ ἀγαπῶντές σε εἰς τὸν αἰῶνα.
13χάρηθι καὶ ἀγαλλίασαι ἐπὶ τοῖς υἱοῖς τῶν δικαίων, ὅτι συναχθήσονται καὶ εὐλογήσουσιν τὸν κύριον τῶν δικαίων. [*] (A) [*] (7 τω βασιλει] τον βασιλεα A 8 Ιεροσολυμοις] seq ras 2 vel 3 litt in A 9 αγιου] αγια A 10 κυριω αγαθως] αγαθω A | η σκηνη] om η A | σοι 1⁰] pr εν A | ευφρανη A | αιχμαλωτους] pr εκει A 11 om και A | γενεα A | δωσουσιν] pr αινε|σουσιν σοι και A | om σοι A | αγαλλιαμα] αγαλλιασιν A 13 χαρητι B*A (χαρηθι Bᵃᵇ)) 845
¹⁴ὢ μακάριοι οἱ ἀγαπῶντές σε· [*] (Β) χαρήσονται ἐπὶ τῇ εἰρήνῃ σου. μακάριοι ὅσοι ἐλυπήθησαν ἐπὶ ταῖς μάστιξίν σου, ὅτι ἐπὶ σοὶ χαρήσονται θεασάμενοι πᾶσαν τὴν δόξαν σου· καὶ εὐφρανθήσεται εἰς τὸν αἰῶνα ἡ ψυχὴ μου.
15εὐλόγει τὸν θεὸν τὸν βασιλέα τὸν μέγαν,
16ἔτι οἰκοδομηθήσεται Ἰερουσαλὴμ σαπφείρῳ καὶ σμαράγδῳ, καὶ λίθῳ ἐντίμῳ τὰ τείχη σου, καὶ οἱ πύργοι καὶ οἱ προμαχῶνες χρυσίῳ καθαρῷ,
17καὶ αἱ πλατεῖαι Ἰερουσαλὴμ βηρύλλῳ καὶ ἄνθρακι καὶ λίθῳ ἐκ Σουφεὶρ ψηφολογηθήσονται.
18καὶ ἐροῦσιν πᾶσαι αἱ ῥῦμαι αὐτῆς ἁλληλουιὰ καὶ αἴνεσιν, λέγοντες (23)Εὐλογητὸς ὁ θεὸς ὃς ὕψωσεν πάντας τοὺς αἰῶνας.