Tobias (Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἐπαύσατο ἐξομολογούμενος Γωβείτ.

καὶ ἦν ἐτῶν πεντήκοντα ὀκτὼ ὅτε ἀπώλεσεν τὰς ὄψεις, καὶ μετὰ ἔτη ὀκτὼ ἀνέβλεψεν· καὶ ἐποίει ἐλεημοσύνας, (4)καὶ προσέθετο φοβεῖσθαι [*](14 οσοι] οι A | ταις μαστιξιν] pr πασαις Bᵃ?ᵇ A | ευφρανθησονται A | A αιωνα· A 15 ευλογειτω A 16 οικοδομηθησεται] ι sup ras (seq ras lit) Aᵃ | σαππειρω B σαπηφιρω A | εντιμω] επιτιμω· A | χρυσιω] pr εν A 17 πλατιαι A 18 αινεσιν] αινεσουσιν (σουσιν sup ras) Aa | λεγοντες] λεγον sup ras Aᵃ | παντας] pr εις A XIV 2 πεντηκοντα] ογδοηκοντα A | και προσεθετο] bis scr και προσ A* (ras 1° A¹))

846
[*](Β) Κύριον τὸν θεὸν καὶ ἐξωμολογεῖτο αὐτῷ.

μεγάλως δὲ ἐγήρασεν· καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτῷ Τέκνον, λάβε τοὺς υἱούς σου· ἰδοὺ γεγήρακα, καὶ πρὸς τὸ ἀποτρέχειν ἐκ τοῦ ζῆν εἰμί.

ἄπελθε εἰς τὴν Μηδείαν, τέκνον, ὅτι πέπεισμαι ὅσα ἐλάλησεν Ἰωνᾶς ὁ προφήτης περὶ Νινευὴ ὅτι καταστραφήσεται, ἐν δὲ τῇ Μηδείᾳ ἔσται εἰρήνη μᾶλλον ἕως καιροῦ· καὶ ὅτι οἱ ἀδελφοὶ ἡμῶν ἐν τῇ γῇ σκορπισθήσονται ἀπὸ τῆς ἀγαθῆς γῆς, καὶ Ἰεροσόλυμα ἔσται ἔρημος καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ κατακαήσεται, καὶ ἔρημος ἔσται μέχρι χρόνου.

καὶ πάλιν ἐλεήσει αὐτοὺς ὁ θεὸς καὶ ἐπιστρέψει αὐτοὺς εἰς τὴν γῆν, καὶ οἰκοδομήσουσιν τὸν οἶκον, οὐχ οἷος ὁ πρότερος, ἕως πληρωθῶσιν καιροὶ τοῦ αἰῶνος. καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν ἐκ τῶν αἰχμαλωσιῶν καὶ οἰκοδομήσουσιν Ἰερουσαλὴμ ἐντίμως, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ οἰκοδομηθήσεται ἐνδόξως, καθὼς ἐλάλησαν περὶ αὐτῆς οἱ προφῆται.

καὶ πάντα τὰ ἔθνη ἐπιστρέψουσιν ἀληθινῶς φοβεῖσθαι Κύριον τὸν θεόν· κατορύξουσιν [*](A) [*](2 εξωμολογειτο] εξομολογεισθαι A 3 υιους 1⁰] εξ υιους (nisi potius εξυιους) A | εκ] απο A 4 Μηδιαν B*A (Μηδειαν Bᵃᵇ) | καταστραφησεται] κατασκαφησεται A | Μηδια A | μηθεν U+05D0* μη συθεν U+05D0c.a 5 εως] ως A | οικοδομηθησεται] + εις πασας τας γεlνεας του αιωνος οικοδομη (seq ras) Bᵃᵇ ᵐᵍ + εις| πασας τας γενεος του αιωνος·| οικοδομη A | ενδοξω BᵇA 7 κατο- ρυξουσιν] και κατορυξωσιν A)

847
τὰ εἴδωλα αὐτῶν·

καὶ εὐλογήσουσιν πάντα τὰ ἔθνη Κύριον. [*](B) καὶ ὁ λαὸς αὐτοῦ ἐξομολογήσεται τῷ θεῷ, καὶ ὑψώσει Κύριος τὸν λαὸν αὐτοῦ· καὶ χαρήσονται πάντες οἱ ἀγαπῶντες Κύριον τὸν θεὸν ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ, ποιοῦντες ἔλεος τοῖς ἀδελφοῖς ἡμῶν.

καὶ νῦν, τέκνον, ἄπελθε ἀπὸ Νινευή, ὅτι πάντως ἔσται ἃ ἐλάλησεν ὁ προφήτης Ἰωνᾶς.

σὺ δὲ τήρησον τὸν νόμον καὶ τὰ προστάγματα, καὶ γενοῦ φιλελεήμων καὶ δίκαιος, ἵνα σοι καλῶς ἦν.

καὶ θάψον με καλῶς, καὶ τὴν μητέρα σου μετʼ ἐμοῦ, καὶ μηκέτι αὐλισθῆτε εἰς Νινευή. τέκνον, ἴδε τί ἐποίησεν Ἀδὰμ Ἀχιαχάρῳ τῷ θρέψαντι αὐτόν, ὡς ἐκ τοῦ φωτὸς ἤγαγεν αὐτὸν εἰς τὸ σκότος καὶ ὅσα ἀνταπέδωκεν αὐτῷ· καὶ Ἀχιάχαρον μὲν ἔσωσεν, ἐκείνῳ δὲ τὸ ἀνταπόδομα ἀπεδόθη, καὶ αὐτὸς κατέβη εἰς τὸ σκότος. Μανασσῆς ἐποίησεν ἐλεημοσύνην, καὶ ἐσώθη ἐκ παγίδος θανάτου ἧς ἔπηξεν αὐτῷ, Ἀδὰμ δὲ ἐνέπεσεν εἰς τὴν παγίδα καὶ ἀπώλετο.

καὶ νῦν, παιδία, ἴδετε τί ἐλεημοσύνη ποιεῖ καὶ δικαιοσύνη ῥύεται. καὶ ταῦτα αὐτοῦ λέγοντος ἐξέλιπεν αὐτοῦ ἡ ψυχὴ ἐπὶ τῆς κλίνης· ἦν δὲ ἐτῶν ἑκατὸν πεντήκοντα [*](7 Κυριον 1⁰] pr τον A 8 παlτως B 9 γενου] γινου A | ην] η BᵇA A 10 εις 1⁰] εν A | Αδαμ] Αμαν A (bis) | το σκοτος 1⁰] om το A | Αχιαχαρος A | εσωσεν] εσωθη A | πακιδος, πακιδα U+05D0* (παγ. U+05D0c.a bis) 11 και 2⁰] + τι A | εξελειπεν A)

848
[*](B) ὀκτώ· καὶ ἔθαψεν αὐτὸν ἐνδόξως.

Καὶ ὅτε ἀπέθανεν Ἅννα, ἔθαψεν αὐτὴν μετὰ τοῦ πατρὸς αὐτοῦ· ἀπῆλθεν δὲ Τωβίας μετὰ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν υἱῶν αὐτοῦ εἰς Ἐκβάτανα πρὸς Ῥαγουὴλ τὸν πενθερὸν αὐτοῦ.

καὶ ἐγήρασεν ἐντίμαως, καὶ ἔθαψεν τοὺς πενθεροὺς αὐτοῦ ἐνδόξως, καὶ ἐκληρονόμησεν τὴν οὐσίαν αὐτῶν καὶ Τωβεὶτ τοῦ πατρὸς αὐτοῦ.

καὶ ἀπέθανεν ἐτῶν ἑκατὸν ἑπτὰ ἐν Ἐκβατάνοις τῆς Μηδείας.

καὶ ἤκουσεν πρὶν ἢ ἀποθανεῖν αὐτὸν τὴν ἀπωλίαν Νινευὴ ἣν ᾐχμαλώτισεν Ναβουχοδονοσὸρ καὶ Ἀσύηρος· ἐχάρη πρὸ τοῦ ἀποθανεῖν ἐπὶ Νινευή. ἀμήν.