Tobias (Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

οὐ μὴ κρύψω ἀφʼ ὑμῶν πᾶν ῥῆμα· εἴρηκα δὴ μυστήριον βασιλέως κρύψαι καλόν, τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως.

καὶ νῦν ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου Σάρρα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου· καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς, ὡσαύτως συμπαρήμην σοι·

καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν τὸ ἄριστόν σου ὅπως ἀπελθὼν περιστείλῃς [*](5 ενηνοχας A 6 και 1⁰] τοτε A | om εξομολογεισθε 1⁰...και 3° A | A om αυτω 3° A | υφουν A | υποδειγν. A 7 κρυψαι] κρυπτειν A | om αγαθον...υμας A 8 νηστιας A | ποιησαι] pr το A 9 ελεημοσυνη] + γαρ A 11 δη] δε A 12 συμπαρημην (συνπ. A)] μην sup ras Aᵃ? 13 καταλειπιν A)

842
[*](B) τὸν νεκρόν, οὐκ ἔλαθές με ἀγαθοποιῶν, ἀλλὰ σὺν σοὶ ἤμην.

καὶ νῦν ἀπέστειλέν με ὁ θεὸς ἰάσασθαί σε καὶ τὴν νύμφην σου Σάρραν.

ἐγὼ εἰμι Ῥαφαήλ, εἰς ἐκ τῶν ἑπτὰ ἁγίων ἀγγέλων οἳ προσαναφέρουσιν τὰς προσευχὰς τῶν ἁγίων καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης τοῦ ἁγίου.

Καὶ ἐταράχθησαν οἱ δύο καὶ ἔπεσον ἐπὶ πρόσωπον, ὅτι ἐφοβήθησαν.

καὶ εἶπεν αὐτοῖς Μὴ φοβεῖσθε, εἰρήνη ὑμῖν ἔσται· τὸν δὲ θεὸν εὐλογεῖτε εἰς τὸν αἰῶνα,

ὅτι οὐ τῇ ἐμαυτοῦ χάριτι ἀλλὰ τῆ θελήσει τοῦ θεοῦ ὑμῶν· ὅθεν εὐλογεῖτε αὐτὸν εἰς τὸν αἰῶνα.

πάσας τὰς ἡμέρας ὠπτανόμην ὑμῖν, καὶ οὐκ ἔφαγον οὐδὲ ἔπιον, ἀλλὰ ὅρασιν ὑμεῖς ἐθεωρεῖτε.

καὶ νῦν ἐξομολογεῖσθε τῷ θεῷ, διότι ἀναβαίνω πρὸς τὸν ἀποστείλανταά με, καὶ γράψατε πάντα τὰ συντελεσθέντα εἰς βιβλίον.

καὶ ἀνέστησαν, καὶ οὐκ εἶδον αὐτόν.

καὶ ἐξομολογοῦντο τὰ ἔργα τὰ μεγάλα καὶ θαυμαστὰ αὐτοῦ, ὡς ὤφθη αὐτοῖς ἄγγελος Κυρίου.

  • ¹Καὶ Τωβεὶτ ἔγραψεν προσευχὴν εἰς ἀγαλλίασιν καὶ εἶπεν
  • Εὐλογητὸς ὁ θεὸς ὁ ζῶν εἰς τοὺς αἰῶνας καὶ ἡ βασιλεία αὐτοῦ,
  • ²ὅτι αὐτὸς μαστιγοῖ καὶ ἐλεῷ, κατάγει εἰς ᾃδην καὶ ἀνάγει,
  • καὶ οὐκ ἔστιν ὃς ἐκφεύξεται τὴν χεῖρα αὐτοῦ.
  • ³ἐξομολογεῖσθε αὐτῷ, οἱ υἱοὶ Ἰσραήλ, ἐνώπιον τῶν ἐθνῶν,
  • [*](A)[*](13 ελαθες με] ς με sup ras A | αγαθοποιων] αγαθον ποιων A 16 επεσαν A 17 ειρηνη] pr οτι A 18 υμων] + ηλθον A 21 ανεστησαν] ανε sup ras Bᵃᵇ ουκ] + ετι A 22 εξωμολογουντο A | αυτου] του θεου και A | αγγελος] pr ο A XIII 2 ελεα] ελεει Bᵃᵇ 3 εξωμολογεισθαι A)
    843
  • (4)ὅτι αὐτὸς διέσπειρεν ἡμᾶς ἐν αὐτοῖς.