Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ἀπʼ ἐμοῦ ἐτέθη γνώμη ὅτι πᾶς ἑκουσιαζόμενος ἐν βασιλείᾳ μου ἀπὸ λαοῦ Ἰσραὴλ καὶ ἱερέων καὶ Λευειτῶν πορευθῆναι εἰς Ἰερουσαλήμ, μετὰ σοῦ πορευθῆναι.

ἀπὸ προσώπου τοῦ βασιλέως καὶ τῶν ἑπτὰ συμβούλων ἀπεστάλη ἐπισκέψασθαι ἐπὶ τὴν Ἰουδαίαν καὶ εἰς Ἰερουσαλὴμ νόμῳ θεοῦ αὐτῶν τῷ ἐν χειρί σου.

καὶ εἰς οἶκον Κυρίου ἀργύριον καὶ χρυσίον ὃ βασιλεὺς καὶ οἱ σύμβουλοι ἡκουσιάσθησαν τῷ κυρίῳ τοῦ Ἰσραὴλ τῷ ἐν Ἰερουσαλὴμ κατασκηνοῦντι,

καὶ πᾶν ἀργύριον καὶ χρυσίον ὅ τι ἐὰν εὕρῃς ἐν πάσῃ χώρᾳ Βαβυλῶνος μετὰ ἑκουσιασμοῦ τοῦ λαοῦ καὶ ἱερέων τῶν ἑκουσια ζομένων εἰς οἶκον θεοῦ τὸν ἐν Ἰερουσαλήμ·

καὶ πᾶν προσπορευομενον, τοῦτον ἑτοίμως ἔνταξον ἐν βιβλίῳ τούτῳ, μόσχους. κριούς. ἀμνούς, καὶ θυσίας αὐτῶν καὶ σπονδὰς αὐτῶν· καὶ προσοίσεις αὐτὰ ἐπὶ θυσιαστηρίου τοῦ οἴκου τοῦ θεοῦ ὑμῶν τοῦ ἐν Ἰερουσαλήμ.

καὶ ἔτι ἐπὶ σέ καὶ τοὺς ἀδελφούς σου ἠγαθύνθη ἐν καταλοίπῳ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου ποιῆσαι; ὡς ἀρεστὸν τῷ θεῷ ὑμῶν ποιήσατε.

καὶ τὰ σκεύη τὰ διδόμενά σοι εἰς λειτουργίαν οἴκου θεοῦ παράδος ἐνώπιον θεοῦ ἐν Ἰερουσαλήμ.

καὶ κατάλοιπον χρείας οἴκου θεοῦ ὃ ἂν φανῇ σοι δοῦναι δώσεις ἀπὸ οἴκων γάζης βασιλέως.