Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

υἱοῦ Ἀβεισοῦε υἱοῦ Φινεὲς υἱοῦ Ἐλεαζὰρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως τοῦ πατρῴου.

ἀνέβη ἐκ Βαβυλῶνος, καὶ αὐτὸς γραμματεὺς ταχὺς ἐν νόμῳ Μωυσῆ ὃν ἔδωκεν Κύριος ὁ θεὸς Ἰσραήλ· καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεύς, ὅτι χεὶρ θεοῦ αὐτοῦ ἐπʼ αὐτὸν ἐν πᾶσιν οἷς ἐζήτει αὐτός.

καὶ ἀνέβησαν ἀπὸ υἱῶν [*](A) [*](14 ωκοδομησαν] ανωκοδομησαν A | Ασταρθα] Αρθασα|σθα A | βασιλεως A 15 ος] ο A | της βαπιλειας A | Δαριου A 16 εγκαινια BᵇA (item 17) 17 om του οικου A 18 και 1⁰] in α ras aliq B? | διαιρεσεσιν A | Μωση A 19 τεσσαρισκαιδεκ. Bᵃᵇ 20 εκαθαρισθησαν Bᵃ? b 21 απο] pr οι A | εις] της A | θεον] pr τιν A 22 αυτους 1⁰] + κς A | και 2⁰] κς A | καρδιαν A | θεου] pr του A VII 1 Αρθασασθα A | Εζρας A (Εζρ. ubique) | Ζα- ρειου] Αζαριου A | Ελκεια] Χελκειο (sic) A 2 Σελλουμ A | Σααδουκ A | Αχιτωβ A 3 Εζρια A | Μαρερωθ] Μαραιωθ A 4 Σαουια] Οζιυι A | Βοκκι A 5 Αβισουε A 6 ανεβη] pr αυτος Εζρας A | θεου] pr κυ A)

173
Ἰσραὴλ καὶ ἀπὸ τῶν ἱερέων καὶ ἀπὸ τῶν Λευειτῶν καὶ οἱ ἄδοντες [*](Β) καὶ οἱ πυλωροὶ καὶ οἱ Ναθινεὶμ εἰς Ἰερουσαλὴμ ἐν ἔτει ἑβδόμῳ τῷ Ἀσαρθαθὰ τῷ βασιλεῖ

καὶ ἤλθοσαν εἰς Ἰερουσαλὴμ τῷ μηνὶ τῷ πέμπτῳ, τοῦτο τὸ ἔτος ἕβδομον τῷ βασιλεῖ

ὅτι ἐν μιᾷ τοῦ μηνὸς τοῦ πέμπτου ἤλθοσαν εἰς Ἰερουσαλήμ, ὅτι χεὶρ θεοῦ αὐτοῦ ἦν ἀγαθὴ ἐπʼ αὐτόν.

ὅτι Ἔσρας ἔδωκεν ἐν καρδίᾳ αὐτοῦ ζητῆσαι τὸν νόμον καὶ ποιεῖν καὶ διδάσκειν ἐν Ἰσραὴλ προστάγματα καὶ κρίμα.

Καὶ αὕτη ἡ διασάφησις τοῦ διατάγματος οὗ ἔδωκεν Ἀσαρθαθὰ τῷ Ἔσρᾳ τῷ ἱερεῖ τῷ γραμματεῖ βιβλίου λόγων ἐντολῶν Κυρίου καὶ προσταγμάτων αὐτοῦ ἐπὶ τὸν Ἰσραήλ

Ἀσαρθαθὰ βασιλεὺς βασιλέων Ἔσρᾳ γραμματεῖ νόμου τοῦ θεοῦ τοῦ οὐρανοῦ. τετέλεστο λόγος καὶ ἡ ἀπόκρισις.