Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἀπʼ ἐμοῦ, ἔγωγ᾿ Ἀρσαρθαθὰ βασιλεὺς ἔθηκα γνώμην πάσαις ταῖς γάζαις [*](7 Λευιτ. A (item 13, 24) | Aρθασασθα A 8 ηλθον A | το ετος] om το A Α 9 ηλθον A 10 εν καρδια] καρδιαν A | αυτου] εαυτου A | om εν 2⁰ A | κρι- ματα A 11 διασαφησι B* (ς superscr Bᵃᵇ) | Ασσαρθαθα B Αρθασασθα A (item 12) 12 Αρσαρδαθα B | του θεου] κυ θυ A | τετελεσται A | λογος] pr ο A 13 εκουσιαζομενος] pr ο A 14 συμβολων A | επισκεψα|σασθαι A | νομου B | του εν B 15 εκουσιασθησαν A | κυριω] θω A | του εν B 16 εαν] αν A | εκουσιαζομενων A] ακουσιαζ. B 18 ετι] ει| τι A | αγαθυνθη A | αργυριου] αρτουριου A | του χρυσιου] om του A 19 θεου] pr του A 20 καταλοιπον] pr το A | θεου] +σου A 21 ἐγὼ γὰρ Σαρθαθᾶ Bᵇ εγω Αρθασασθα A)

174
[*](Β) ταῖς ἐν πέρα τοῦ ποταμοῦ, ὅτι πᾶν ὃ ἂν αἰτήσῃ ὑμᾶς Ἔσρας ὁ ἱερεὺς γραμματεὺς τοῦ νόμου τοῦ θεοῦ τοῦ οὐρανοῦ ἑτοίμαως γινέσθω,

ἕως ἀργυρίου ταλάντων καὶ ἕως πυροῦ κόρων ἑκατόν, καὶ ἕως οἴνου ἀποθηκῶν ἑκατόν, καὶ ἄλας οὗ οὐκ ἔστιν γραφή.

πᾶν ὅ ἐστιν ἐν γνώμῃ θεοῦ τοῦ οὐρανοῦ γινέσθω. προσέχετε ἐπιχειρῆσαι μήτι εἰς οἶκον θεοῦ τοῦ οὐρανοῦ, μή ποτε γένηται ὀργὴ ἐπὶ τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ.

καὶ ὑμῖν ἐγνώρισται ἐν πᾶσιν τοῖς ἱερεῦσιν καὶ τοῖς Λευείταις, ἄδουσιν, πυλωροῖς, Ναθεινεὶμ καὶ λειτουργοῖς οἴκου θεοῦ τούτου, φόρος μὴ ἔστω σοι· οὐκ ἐξουσιάσεις καταδουλοῦσθαι αὐτούς.

καὶ σύ, Ἔσρα, ᾧ ἡ σοφία τοῦ θεοῦ ἐν χειρί σου, κατάστησον γραμματεῖς καὶ κριτάς, ἴνα ὦσιν κρίνοντες παντὶ τῷ λαῷ τῷ ἐν πέρα τοῦ ποταμοῦ πᾶσιν τοῖς εἰδόσιν νόμον τοῦ θεοῦ· καὶ τῷ μὴ εἰδότι γνωριεῖτε.

καὶ πᾶς ὃς ἂν μὴ ἦ ποιῶν νόμον τοῦ θεοῦ καὶ νόμον τοῦ βασιλέως ἑτοίμως, τὸ κρίμα ἔσται γινόμενον ἐξ αὐτοῦ, ἐὰν εἰς θάνατον ἐὰν εἰς παιδείαν ἐὰν εἰς ζημίαν βίου ἐὰν εἰς παράδοσιν.

εὐλογητὸς Κύριος ὁ θεὸς τῶν πατέρων ἡμῶν, ὃς ἔδωκεν οὕτως ἐν καρδίᾳ τοῦ βασιλέως, τοῦ δοξάσαντος οἶκον τὸν ἐν Ἰερουσαλήμ,

καὶ ἐπʼ ἐμὲ ἔκλινεν ἔλεος ἐν ὀφθαλμοῖς τοῦ βασιλέως καὶ τῶν συμβούλων αὐτοῦ καὶ πάντων τῶν ἀρχόντων τοῦ βασιλέως τῶν ἐπηρμένων. καὶ ἐγὼ ἐκραταιώθην ὡς χεὶρ θεοῦ ἡ ἀγαθὴ ἐπʼ ἐμέ, καὶ συνῆξα ἀπὸ Ἰσραὴλ ἄρχοντας ἀναβῆναι μετʼ ἐμοῦ.