Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Ἀπὸ ἡμέρας ἧς ἐνετείλατό μοι εἶναι εἰς ἄρχοντα αὐτῶν ἐν γῇ Ἰούδα, ἀπὸ ἔτους εἰκοστοῦ καὶ ἕως ἔτους τριακοστοῦ καὶ δευτέρου τῷ Ἀρσεναθά, ἔτη δώδεκα, ἐγὼ καὶ οἱ ἀδελφοὶ ἡμῶν βίαν αὐτῶν οὐκ ἔφαγον.

καὶ τὰς βίας τὰς πρώτας ἃς πρὸ ἐμοῦ ἐβάρυναν ἐπʼ αὐτούς, καὶ ἐλάβοσαν παρʼ αὐτῶν ἐν ἄρτοις καὶ ἐν οἴνῳ ἔσχατον ἀργύριον, δίδραχμα τεσσεράκοντα, καὶ οἱ ἐκτετιναγμένοι αὐτῶν ἐξουσιάζονται ἐπὶ τὸν λαόν· καὶ ἐγὼ οὐκ ἐποίησα οὕτως ἀπὸ προσώπου φόβου θεοῦ.

καὶ ἐν ἔργῳ τοῦ τείχους τούτων οὐκ ἐκράτησα, ἀγρὸν οὐκ ἐκτησάμην· καὶ πάντες οἱ συνηγμένοι ἐκεῖ ἐπὶ τὸ ἔργον.

καὶ οἱ Ἰουδαῖοι ἑκατὸν καὶ πεντήκοντα ἄνδρες, καὶ ἐρχόμενοι πρὸς ἡμᾶς ἀπὸ τῶν ἐθνῶν τῶν κύκλῳ ἡμῶν ἐπὶ τράπεζάν μου.

καὶ ἦν γινόμενον εἰς ἡμέραν μίαν μόσχος εἰς, καὶ πρόβατα ἐκλεκτὰ καὶ χίμαρος ἐγίνοντό μοι, καὶ ἀνὰ μέσον δέκα ἡμερῶν ἐν πᾶσιν οἶνος τῷ πλήθει· καὶ σὺν τούτοις ἄρτους τῆς βίας οὐκ ἐζήτησα, ὅτι βαρεῖα ἡ δουλία ἐπὶ τὸν λαὸν τοῦτον.

μνήσθητί μου ὁ θεὸς εἰς ἀγαθὸν πάντα ὅσα ἐποίησα τῷ λαῷ τούτῳ.

Καὶ ἐγένετο καθὼς ἠκούσθη τῷ Σαναβαλλὰτ καὶ Τωβίᾳ καὶ τῷ Γῆσαμ τῷ Ἀραβὶ καὶ τοῖς καταλοίποις ἐχθροῖς ἡμῶν ὅτι ᾠκοδομήθη τὸ τεῖχος, καὶ οὐ κατελείφθη ἐν αὐτοῖς πνοή. ἕως τοῦ καιροῦ ἐκείνου θύρας οὐκ ἐπέστησα ἐν ταῖς πύλαις.

καὶ ἀπέστειλεν Σαναβαλλὰτ καὶ Γῆσαμ πρὸς μὲ λέγων Δεῦρο καὶ συναχθῶμεν ἐπὶ τὸ αὐτὸ ἐν ταῖς κώμαις ἐν πεδίῳ Ἐνώ· καὶ αὐτοὶ λογιζόμενοι ποιῆσαί μοι πονηρίαν.

[*](12 καθως συ λεγεις] καθως οι λεγοντες U+05D0* κ. σοι λεγεις U+05D0a 13 εξετι- U+05D0A ναξα] εξετεινα U+05D0* εξετειναξα U+05D0c.a | ειπα] ειπον A | τον κυριον] τον λογον κυ U+05D0c.a | το ρημα τουτο] τον λογον τουτον U+05D0c.a mg 14 απο 1°] pr και γε U+05D0c.a mg vid | ημερας] pr της U+05D0* (improb U+05D0c.a vid) A | Αρσεναθα] Σαρσαθα U+05D0 Αρ- θασασθαι A + τω βασιλει U+05D0c.a mg | ημων] μου U+05D0A 15 ελαβον U+05D0* (ελαβο- σαν U+05D0c.a) | εν αρτοις B αρτον U+05D0* εν αυτοις A | om εν 2° U+05D0* (hab U+05D0c.ᵃ) | διδραγμα A | τεσσαρακοντα B?A | εκτεταγμενοι U+05D0* (εκτετιναγμ. U+05D0c.ᵃ) | και εγω] καγω A 17 om και 2° U+05D0A | εχομενοι U+05D0* (ερχ. U+05D0c.ᵃ) 18 γιγνο- μενον A | om μιαν U+05D0* (hab U+05D0ᵃ? ᵐᵍ) | προβατα] + εξ U+05D0A | δεκα] pr των A | αρτος A | δουλεια Bᵃ?ᵇA XVI 1 Αραβει Bᵃ?ᵇ U+05D0 | εχθροις] των εχθρων U+05D0A | ωκοδομηθη] ωκοδομησα U+05D0c.aA | om εν 1° A | εως] pr και γε U+05D0c.a (superscr) A | λαου U+05D0* (καιρου U+05D0c.a) | εν 2°] επι U+05D0* (improb U+05D0c.a) 2 Ενω] ἐν ὧ Bᵇ Ωνα U+05D0A | μοι ποιησαι A)
192
[*](B)

καὶ ἀπέστειλα ἐπʼ αὐτοὺς ἀγγέλους λέγαν Ἔργον μέγα ἐγὼ ποιῶ, καὶ οὐ δυνήσομαι καταβῆναι, μὴ ποτε καταπαύσῃ τὸ ἔργον· ὡς ἂν τελειώσω αὐτό, καταβήσομαι πρὸς ὑμᾶς.

καὶ ἀπέστειλαν πρὸς μέ ὡς τὸ δῆμα τοῦτο, καὶ ἀπέστειλα αὐτοῖς κατὰ ταῦτα.

καὶ ἀπέστειλεν πρὸς μέ Σαναβαλλὰτ τὸν παῖδα αὐτοῦ, καὶ ἐπιστολὴν ἀνεωγμένην ἐν χειρὶ αὐτοῦ.

καὶ ἦν γεγραμμένον ἐν αὐτῇ Ἐν ἔθνεσιν ἠκούσθη ὅτι σὺ καὶ οἱ Ἰουδαῖοι λογίζεσθε ἀποστατῆσαι· διὰ τοῦτο οἰκοδομεῖς τὸ τεῖχος, καὶ σὺ ἔσῃ αὐτοῖς εἰς βασιλέα.

καὶ πρὸς τούτοις προφήτας ἔστησας σεαυτῷ, ἵνα καθίσῃς ἐν Ἰερουσαλὴμ εἰς βασιλέα ἐπὶ Ἰούδᾳ· καὶ νῦν ἀπαγγελήσονται τῷ βασιλεῖ οἱ λόγοι οὗτοι. καὶ νῦν δεῦρο βουλευσώμεθα ἐπὶ τὸ αὐτό.

καὶ ἀπέστειλα πρὸς αὐτὸν λέγων Οὐκ ἐγενήθη ὡς οἱ λόγοι οὗτοι οὓς σὺ λέγεις· ὅτι ἀπὸ καρδίας σου σὺ ψεύδῃ αὐτούς.

ὅτι πάντες φοβερίζουσιν ἡμᾶς λέγοντες Ἐκλυθήσονται χεῖρες αὐτῶν ἀπὸ τοῦ ἔργου τούτου, καὶ οὐ ποιηθήσεται· καὶ νῦν ἐκραταίωσα τὰς χεῖράς μου.

Καὶ ἐγὼ εἰσῆλθον εἰς οἶκον Σεμεεὶ υἱοῦ Δαλεά, υἱὸν Μειταήλ, αὐτὸς συνεχόμενος· καὶ εἶπεν Συναχθῶμεν εἰς οἶκον τοῦ θεοῦ ἐν μέσῳ αὐτοῦ καὶ κλείσωμεν τὰς θύρας αὐτοῦ, ὅτι ἔρχονται νυκτὸς φονεῦσαί σε.

καὶ εἶπα Τίς ἐστιν ὁ ἀνὴρ ὃς εἰσελεύσεται εἰς τὸν οἶκον καὶ ζήσεται ;

καὶ ἐπέγνων, καὶ ἰδοὺ ὁ θεὸς οὐκ ἀπέστειλεν αὐτόν, ὅτι ἡ προφητεία λόγος κατʼ ἐμοῦ· καὶ Τωβιὰ καὶ Σαναβαλλὰτ ἐμισθώσαντο

ἐπʼ ἐμέ ὄχλον, ὅπως φοβηθῶ καὶ ποιήσω οὕτως καὶ ἁμάρτω καὶ γένωμαι αὐτοῖς εἰς ὄνομα πονηρόν, ὅπως ὀνειδίσωσίν με.

μνήσθητι ὁ θεὸς Τωβία καὶ Ἀναβαλλάτ, ὡς τὰ ποιήματα αὐτοῦ ταῦτα· καὶ τῷ Νοαδίᾳ τῷ προφήτῃ καὶ καταλοίποις τῶν ἱερέων οἱ ἦσαν φοβερίζοντές με.