Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐτελέσθη τὸ τεῖχος πέμπτῃ καὶ εἰκάδι τοῦ Ἐδοὺδ εἰς [*](U+05D0A) [*](3 επ] προς U+05D0* (επ U+05D0c.a ᵐᵍ) | αγγελους] αγγε sup ras 5 forte litt A¹ 4 om και απεστειλαν...τουτο A 5 απεστιλαν U+05D0* (απεστιλεν U+05D0c.a) | Σανα- βαλλατ] + κατα τον λογον τουτον το πεμπτον U+05D0c.a ᵐᵍ | αυτου 1°] εαυτου A 6 εκουσθη] + ӄ Γοσεμʼ ειπεν U+05D0c.a ᵃᵐᵍ | om οτι συ A | τουτο] τι A | οικοδομεις] pr συ U+05D0A | εση] γινη U+05D0 γιγνη A 7 επι] εν U+05D0A 8 απεστειλα Bᵃᵇ U+05D0c.a (απεστιλα) A] απεστειλας B* απεστιλεν U+05D0*vid | ους B U+05D0c.a] ως U+05D0*A | om συ 2° U+05D0* (superscr U+05D0c.a) 9 φοβερουσιν U+05D0* (φοβεριζουσιν U+05D0c.a) | χειρες] κειρας U+05D0* (χειρες [ε sup ras] U+05D0c.a) pr αι A | om νυν U+05D0c.a 10 και εγω] καγω A | Σεμει A | Δαλαια U+05D0A | υιον] υιου U+05D0c.a | Μειταηλ] Μιταηλ U+05D0 Μεη- ταβεηλ A | αυτος] pr ӄ Bᵃᵇ ᵐᵍU+05D0A | φονευσαι σε νυκτος U+05D0c.a vid 11 ειπα] ειπαν U+05D0 ειπον A | ανηρ] + οιος εγω φευξεται| η τις οιος εγω U+05D0c.a ᵐᵍ + οιος ε. φ.| η τις οιος ο ανηρ A | ζησεται] + ουκ εισελευσομαι ; U+05D0c.a (ᵐᵍ) 12 προφητια U+05D0A | Τωβιας U+05D0A 13 επ εμε] επε A 14 Αναβαλλατ] Σαναβ. Bᵃᵇ τω Σαναβαλλατ U+05D0A | Νωαδια A | καταλοιποις] pr τοις U+05D0A | ιερεων] προφητων U+05D0c.a (προφητ sup ras) A 15 post τειχος seq χ| in U+05D0* | Εδουδ] Ελουλ BᵇU+05D0Avid + μηνος U+05D0)

193
πεντήκοντα καὶ δύο ἡμέρας.

καὶ ἐγένετο ἡνίκα ἤκουσαν οἱ ἐχθροὶ [*](B) ἡμῶν, καὶ ἐφοβήθησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, καὶ ἐπέπεσεν φόβος σφόδρα ἐν ὀφθαλμοῖς αὐτῶν, καὶ ἔγνωσαν ὅτι παρὰ τοῦ θεοῦ ἡμῶν ἐγενήθη τελειωθῆναι τὸ ἔργον τοῦτο.

καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἀπὸ πολλῶν ἐντίμων Ἰούδα ἐπιστολαὶ ἐπορεύοντο πρὸς Τωβίαν, καὶ αἱ Τωβία ἤρχοντο πρὸς αὐτούς·

ὅτι πολλοὶ ἐν Ἰούδᾳ ἔνορκοι ἦσαν αὐτῷ, ὅτι γαμβρὸς ἦν τοῦ Σεχενιὰ υἱοῦ Ἠρᾶε, καὶ Ἰωνὰν υἱὸς αὐτοῦ ἔλαβεν τὴν θυγατέρα Μεσουλὰμ υἱοῦ Βαραχειὰ εἰς γυναῖκα.

καὶ τοὺς λόγους αὐτοῦ ἦσαν λέγοντες πρὸς μέ, καὶ λόγους μου ἦσαν ἐκφέροντες αὐτῷ· καὶ ἐπιστολὰς ἐπέστειλεν Τωβίας φοβερίσαι με.

Καὶ ἐγένετο ἡνίκα ᾠκοδομήθη τὸ τεῖχος, καὶ ἔστησα τὰς θύρας, καὶ ἐπεσκέπησαν οἱ πυλωροὶ καὶ οἱ ἄδοντες καὶ οἱ Λευεῖται.

καὶ ἐνετειλάμην τῷ Ἀνανίᾳ ἀδελφῷ μου καὶ τῷ Ἁνανίᾳ ἄρχοντι τῆς βειρὰ ἐν Ἰερουσαλήμ, ὅτι αὐτὸς ὡς ἀνὴρ ἀληθὴς καὶ φοβούμενος τὸν θεὸν παρὰ πολλούς·

καὶ εἶπα αὐτοῖς Οὐκ ἀνοιγήσονται πύλαι Ἰερουσαλὴμ ἕως ἄμα τῷ ἡλίῳ, καὶ ἔτι αὐτῶν ἐγρηγορούντων κλείσθωσαν αἱ θύραι καὶ σφηνούσθωσαν· καὶ στῆσον προφύλακας οἰκούντων ἐν Ἰερουσαλήμ, ἀνὴρ ἐν προφυλακῇ αὐτοῦ, καὶ ἀνὴρ ἀπέναντι οἰκίας αὐτοῦ.

καὶ ἡ πόλις πλατεῖα καὶ μεγάλη, καὶ ὁ λαὸς ὀλίγος ἐν αὐτῇ, καὶ οὐκ ἦσαν οἰκίαι ᾠκοδομημέναι.

Καὶ ἔδωκεν ὁ θεὸς εἰς τὴν καρδίαν μου, καὶ συνῆξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας· καὶ εὗρον βιβλίον τῆς συνοδίας οἱ ἀνέβησαν ἐν πρώτοις, καὶ εὗρον γεγραμμένον ἐν αὐτῷ

Καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος, καὶ ἐπέστρεψεν εἰς Ἰερουσαλὴμ καὶ εἰς Ἰουδὰ ἀνὴρ εἰς τὴν πόλιν αὐτοῦ

μετὰ Ζοροβαβὲλ καὶ Ἰησοῦ καὶ Nεεμία· Ἀζαρία, Νααμιά, Ναεμάνει, Μαλδόχεος, Βαλσάν, [*](15 om και 3° A 16 οι εχθροι] pr παντες U+05D0A | ημων 1°] υμων U+05D0* (ημ. U+05D0A U+05D0c.a) | επεπεσεν] επεσεν A | φοβος] + μεγας U+05D0 | τουτο το εργον 17 om αι BU+05D0* (hab pr αι U+05D0c.a [superscr] A) 18 ορκοι B* (ενορκοι B¹?ᵃ?ᵇ U+05D0A) | ην] η B* (ν ins Bᵃ?ᵇ) | Ιωναν] Ιωαναν U+05D0* Ιωναθαν U+05D0c.a A | Μεσουλαβμ U+05D0*vid (ras β U+05D0c.a) 19 επιστολας] pr α U+05D0c.a* (ras U+05D0?) | απεστειλεν U+05D0A XVII 1 εγε- νετο] ν sup ras A¹ | Λευιται U+05D0A 2 ως] ην A | φοβουμενοι U+05D0 3 ειπα] ειπον A | ανυγησονται B* (ανοιγ. Bᵃᵇ) | ετι BU+05D0c.a?] οτι U+05D0*vid c.b? A | εγρη- γορουντων] γρηγ. U+05D0A pr ετι U+05D0A | κλεισθωσαν] κλι|εσθωσαν U+05D0 κλειαισθωσα| A | σφηνοισθω U+05D0* + |σα U+05D0ᵃ | στησω U+05D0? | αυτου 1°] εαυτου U+05D0c.aA | αυτου 2°] εαυτου A 5 ανεβησαν] α sup ras A¹ 6 υιοι] pr οι A | αιχμαλωσιας] pr της U+05D0A | επεστρεψαν A | om εις 2° U+05D0* (superscr U+05D0c.a) | om ανηρ εις την U+05D0* vid (hab U+05D0c.a (ᵐᵍ)) | αυτου] εαυτου A 7 μετα] pr οι ελθοντες U+05D0c.a ᵐᵍ | Αζαρεα A | Νααμια] Ναεμια Bᵃᵇ Δαεμια U+05D0 Ρεελμα A | Ναεμανει] Νααμμανει U+05D0 Ναεμανι A | Μαλδοχεος] Βαρδοχαιου U+05D0 Μαρδοχεου A | Βαλσαν] Βασφαν U+05D0 Βαασαν A)

194
[*](B) Μασφέραν, Ἐσρά, Βατοεί, Ναούμ, Βαανά, Μασφάρ. ἄνδρες υἱοῦ Ἰσραὴλ·

υἱοὶ Φὁρος, δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο·

υἱοὶ Σαφατιά, τριακόσιοι ἑβδομήκοντα δύο·

υἱοὶ Ἠρά, ἑξακόσιοι πεντήκοντα δύο·

υἱοὶ Φααθμωὰβ τοῖς υἱοῖς Ἰησοῦ Ἰωβάβ, δισχίλιοι ὀκτακόσιοι δέκα ὀκτώ·

υἱοὶ Αἰλάμ, χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες·

υἱοὶ Ζαθουιά, ὀκτακόσιοι τεσσεράκοντα·

υἱοὶ Ζαθού, ὀκτακόσιοι ἑξήκοντα·

υἱοὶ Βανουί, ἑξακόσιοι τεσσεράκοντα ὀκτώ·