Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

τῶν οἰκοδομούντων ἐν τῷ τείχει. καὶ οἱ αἴροντες ἐν τοῖς ἀρτῆρσιν ἐν ὅπλοις· ἐν μιᾷ χειρὶ ἐποίει αὐτὸ τὸ ἔργον, καὶ μιᾷ ἐκράτει τὴν βολίδα.

καὶ οἰκοδόμοι, ἀνὴρ ῥομφαίαν αὐτοῦ ἐζωσμένος ἐπὶ ὀσφὺν αὐτοῦ, καὶ οἰκοδομοῦσαν· καὶ ὁ σαλπίζων ἐν τῇ κερατίνῃ ἐχόμενα αὐτοῦ.

καὶ εἶπα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς ἄρχοντας καὶ πρὸς τοὺς καταλοίπους τοῦ λαοῦ Τὸ ἔργον πλατὺ καὶ πολύ, καὶ ἡμεῖς σκορπιζόμεθα ἐπὶ τοῦ τείχους μακρὰν ἀνὴρ ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ.

ἐν τόπῳ οὗ ἐὰν ἀκούσητε τὴν φωνὴν τῆς κερατίνης, ἐκεῖ συναχθήσεσθε πρὸς ἡμᾶς, καὶ ὁ θεὸς ἡμῶν πολεμήσει περὶ ἡμῶν.

καὶ ἡμεῖς ποιοῦντες τὸ ἔργον, καὶ ἥμισυ αὐτῶν κρατοῦντες τὰς λόγχας ἀπὸ ἀναβάσεως ἕως τοῦ ὄρθρου, ἕως ἐξόδου τῶν ἄστρων.

καὶ ἐν τῷ καιρῷ ἐκείνῳ εἶπα τῷ λαῷ Αὐλίσθητε ἐν μέσῳ Ἰερουσαλήμ, καὶ ἔστω ὑμῖν ἡ νὺξ προφυλακή, καὶ ἡ ἡμέρα ἔργον.

καὶ ἤμην ἐγὼ καὶ οἱ ἄνδρες τῆς [*](13 τοις] + δι|ακοσιοι εικοσι U+05D0* (improb U+05D0?) | σκεπεινοις] + οπου ευεπιβατα U+05D0A ην U+05D0* (improb U+05D0?) | αυτων 1°] εαυτων A | τοξα] pr τα U+05D0c.a mg vid | ουτων 3°] εαυτων A*vid (ras ε A?) 14 ιδον A | ανεστη U+05D0* (ν superscr U+05D0c.a) | ειπα] ειπον U+05D0A | και 4°] προς τους στρατηγους ӄ U+05D0c.a (mgg)A | om μη U+05D0*vid (hab U+05D0c.a (mg) | θυγατερων] pr και A | σικων] οικιων U+05D0 15 ηκουσαν] εγνωσαν A 16 εκτετιναγμενων] εκτεταγμενων U+05D0A | αντειχοντο] αντι- χον U+05D0c.a vid | λονχαι A | τα τοξα] το ταξα A 17, αιροντες] διαιροντες U+05D0 | αυτο] αυτου U+05D0c.a (υ 2° superscr) εαυτου A | μια 2°] pr εν U+05D0A | βολιδαν U+05D0* (ν improb U+05D0?) 18 οικοδομοι] pr οι U+05D0A | αυτου 1°] εαυτου A | οσφυν] οσ- φυος U+05D0 pr την A | αυτου 2°] εαυτου U+05D0A | ωκοδομουσαν U+05D0A | αυτου 3°] εαυτου U+05D0 19 αρχοντας] pr ενδοξους U+05D0* (improb U+05D0?) 20 συναχθησεσθαι U+05D0A | πολεμη- σει] + το εργον U+05D0* (improb U+05D0?) 21 ημεις] ημις U+05D0 ημισυ A | κρατουντες] pr οι U+05D0 | om εως 1° B1?a?bU+05D0A)

190
[*](B) προφυλακῆς ὀπίσω μου, καὶ οὐκ ἦν ἐξ ἡμῶν ἐκδιδυσκόμενος ἀνὴρ τὰ ἱμάτια αὐτοῦ.

Καὶ ἦν κραυγὴ τοῦ λαοῦ καὶ γυναικῶν αὐτῶν μεγάλη πρὸς τοὺς ἀδελφοὺς αὐτῶν τοὺς Ἰουδαίους.

καὶ ἦσάν τινες λέγοντες Ἐν υἱοῖς ἡμῶν καὶ ἐν θυγατράσιν ἡμῶν ἡμεῖς πολλοί· καὶ λημψόμεθα σῖτον, καὶ φαγόμεθα καὶ ζησόμεθα.

καὶ εἰσίν τινες λέγοντες Ἀγροὶ ἡμῶν καὶ ἀμπελῶνες ἡμῶν καὶ οἰκίαι ἡμῶν, ἡμεῖς διεγγυῶμεν· καὶ λημψόμεθα σῖτον καὶ φαγόμεθα.

καὶ εἰσίν τινες λέγοντες Ἐδανισάμεθα ἀργύριον εἰς φόρους τοῦ βασιλέως, ἀγροὶ ἡμῶν καὶ ἀμπελῶνες ἡμῶν καὶ οἰκίαι ἡμῶν.

νῦν ὡς σὰρξ ἀδελφῶν ἡμῶν σὰρξ ἡμῶν, ὡς υἱοὶ ἡμῶν υἱοὶ αὐτῶν· καὶ ἰδοὺ ἡμεῖς καταδυναστεύομεν τοὺς υἱοὺς ἡμῶν καὶ τὰς θυγατέρας ἡμῶν εἰς δούλας, καὶ εἰσὶν ἀπὸ θυγατέρων ἡμῶν καταδυναστευόμεναι· καὶ οὐκ ἔστιν δύναμις χειρὸς ἡμῶν, καὶ ἀγροὶ ἡμῶν καὶ ἀμπελῶνες ἡμῶν τοῖς ἐντίμοις.

καὶ ἐλυπήθην σφόδρα καθὼς ἤκουσα τὴν κραυγὴν αὐτῶν καὶ τοὺς λόγους τούτους.

καὶ ἐβουλεύσατο καρδία μου ἐπʼ ἐμέ, καὶ ἐμαχεσάμην πρὸς τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ εἶπα αὐτοῖς Ἀπαιτήσει ὁ ἀνὴρ τὸν ἀδελφὸν αὐτοῦ ὑμεῖς ἀπαιτεῖτε· καὶ ἔδωκα ἐπʼ αὐτοὺς ἐκκλησίαν μεγάλην,

καὶ εἶπα αὐτοῖς Ἡμεῖς κεκτήμεθα τοὺς ἀδελφοὺς ἡμῶν τοὺς Ἰουδαίους τοὺς πωλουμένους τοῖς ἔθνεσιν ἐν ἑκουσίῳ ἡμῶν· καὶ ὑμεῖς πωλεῖτε τοὺς ἀδελφοὺς ἡμῶν ; καὶ ἡσύχασαν καὶ οὐχ εὔροσαν λόγον.

καὶ εἶπα Οὐκ ἀγαθὸς λόγος ὃν ὑμεῖς ποιεῖτε· οὐχ οὕτως ἐν φόβῳ θεοῦ ἡμῶν ἀπελεύσεσθε ἀπὸ ὀνειδισμοῦ τῶν ἐχθρῶν ἡμῶν.

καὶ οἱ ἀδελφοί μου καὶ οἱ γνωστοί μου καὶ ἐγὼ ἐθήκαμεν αὐτοῖς ἀργύριον καὶ σῖτον, ἐνκατελίπομεν δὲ τὴν ἀπαίτησιν ταύτην.

ἐπιστρέψατε δὴ αὐτοὶ ὡς σήμερον ἀγροὺς αὐτῶν, ἀμπελῶνας αὐτῶν, ἐλαίας αὐτῶν καὶ οἰκίας αὐτῶν, καὶ ἀπὸ τοῦ ἀργυρίου τὸν σῖτον καὶ τὸν οἶνον καὶ ἐξενέγκατε ἑαυτοῖς.

καὶ εἶπαν Ἀποδώσομεν [*](U+05D0A) [*](23 οπισω] pr οι U+05D0c.a (superscr) | om εξ ημων U+05D0* (superscr U+05D0c.a) | αυτου] εαυτου U+05D0a?A XV 1 ουτων 2°] εαυτων U+05D0A 2 αγομεθα U+05D0* (φ superscr U+05D0c.a) 3 αγροι] εν υιοις U+05D0* (improb U+05D0? superscr αγροι U+05D0c.a) 4 εδανει- σαμεθα Ba?b 5 νυν] pr και A | υιοι ουτων υιοι υμων A | τοις υιοις A | om και τας θυγατερας ημων U+05D0* (hab U+05D0c.a mg inf) | δουλας] δουλους U+05D0A | χειρος] χειρων U+05D0* (χειρος U+05D0c.a) A 6 ελυπηθησαν A* (σα ras A?) 7 ειπα] ειπον A | ο ανηρ] om ο A | αυτου] εαυτου U+05D0A 8 ειπα] ειπον A | ημεις] υμεις B* (ημ. Bᵃᵇ) | τοις πωλ. U+05D0*vid | υμεις] ημεις A | ημων 3°] υμων U+05D0c.a A 9 λογος] pr οU+05D0A | απελευσεσθε] επελευσεσθαι U+05D0 απελευσεσθαι A | εχθρων] pr εθνω) των U+05D0c.a (mgg) 10 αυτοις] εαυτοις U+05D0A | εγκατελιπομεν Bᵇ εγκατελει- πομεν A | δε] δη BᵃᵇU+05D0A 11 αυτοι] αυτοις U+05D0A | σημερον] η ημερον A | αμπελωνας] pr και U+05D0A | ελαιας] ελαιωνας U+05D0c.aA pr και U+05D0 | οινον] + και το ελαιον U+05D0c.a mg A | om και 4° A)

191
καὶ παρʼ αὐτῶν οὐ ζητήσομεν· οὕτως ποιήσομεν καθὼς σὺ λέγεις. [*](B) καὶ ἐκάλεσα τοὺς ἱερεῖς καὶ ὥρκισα αὐτοὺς ποιῆσαι ὡς τὸ ῥῆμα τοῦτο.

καὶ τὴν ἀναβολήν μου ἐξετίναξα καὶ εἶπα Οὕτως ἐκτινάξαι ὁ θεὸς πάντα ἄνδρα ὃς οὐ στήσει τὸν λόγον τοῦτον ἐκ τοῦ οἴκου αὐτοῦ καὶ ἐκ κόπου αὐτοῦ, καὶ ἔσται οὕτως ἐκτετιναγμένος καὶ κενός. καὶ εἶπεν πᾶσα ἡ ἐκκλησία Ἀμήν, καὶ ᾔνεσαν τὸν κύριον· καὶ ἐποίησεν ὁ λαὸς τὸ ῥῆμα τοῦτο.