Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ὀστᾶ ἱερέων κατέκαυσεν ἐπὶ τὰ θυσιαστήρια, καὶ ἐκαθάρισεν τὸν Ἰουδὰ καὶ τὴν Ἰερουσαλήμ,

καὶ ἐν πόλεσιν Ἐφράιμ καὶ Μανασσὴ καὶ Συμεὼν καὶ Νεφθαλεὶ καὶ τοῖς τόποις αὐτῶν κύκλῳ.

καὶ κατέσπασεν τὰ ἄλση καὶ τὰ θυσιαστήρια, καὶ τὰ εἴδωλα κατέκοψεν λεπτά, καὶ πάντα τὰ ὑψηλὰ ἔκοψεν ἀπὸ πάσης τῆς γῆς Ἰσραήλ, καὶ ἀπέστρεψεν εἰς Ἰερουσαλήμ.

Καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ, τοῦ καθαρίσαι τὴν γῆν καὶ τὸν οἶκον, [ἀπέστειλεν] Σοφὰν υἱὸν Σελιὰ καὶ τὸν Μαασὰ ἄρχοντα τῆς πόλεως καὶ τὸν Ἰουάχ υἱὸν Ἰωὰχ τὸν ὑπομνηματογράφον αὐτοῦ, κραταιῶσαι τὸν οἶκον Κυρίου τοῦ θεοῦ αὐτοῦ.