Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

---Ὢυ ὀκτὼ ἐτῶν Ἰωσείας ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ τριάκοντα ἐν ἔτος ἐβασίλευσεν ἐν Ἰερουσαλήμ.

καὶ ἐποίησεν τὸ εὐθὲς ἐναντίον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδοῖς Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ οὐκ ἐξέκλινεν δεξιὰ καὶ ἀριστερά.

καὶ ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ, καὶ αὐτὸς ἔτι παιδάριον, ἤρξατο τοῦ ζητῆσαι Κύριον τὸν θεὸν Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καθαρίσαι τὸν Ἰουδὰ καὶ τὴν Ἰερουσαλὴμ ἀπὸ τῶν ὑψηλῶν καὶ τῶυ ἄλσεων, καὶ ἀπὸ τῶν χαονευτῶν·

καὶ κατέσπασεν τὰ κατὰ πρόσωπον αὐτοῦ τὰ θυσιαστήρια τῶν Βααλεὶμ καὶ τὰ ὑψηλὰ τὰ ἐπʼ αὐτῶν, καὶ ἔκοψεν τὰ ἄλση καὶ τὰ γλυπτά, καὶ τὰ χωνευτὰ συνέτριψεν καὶ ἐλέπτυνεν καὶ ἔρριψεν ἐπὶ πρόσωπον τῶν μνημάτων τῶν θυσιαζόντων αὐτοῖς·