Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἦλθον πρὸς Κελκείαν τὸν ἱερέα τὸν μέγαν, καὶ ἔδωκαν τὸ ἀργύριον τὸ εἰσενεχθέν εἰς οἶκον θεοῦ, ὁ συνήγαγον οἱ Λευεῖται φυλάσσοντες τὴν πύλην ἐκ χειρὸς Μανασσὴ καὶ Ἐφράιμ καὶ τῶν ἀρχόντων καὶ ἀπὸ παντὸς καταλοιπου [*](A) [*](23 Μανασσης A | υιος] + αυτου A | πλημμελιαν A 25 επιτι- θεμενους A | Ἰωσιαν BᵇA XXXIV 1 Ἰωσιας BᵇA | βασιλευσοι] βασι-- λευειν A 2 αυτου] εαυτου A | και 4°] η A 3 δωδεκατω] δεκτω A | Ἰουδαν A 4 κατεσπασεν] κατεστρεψαν A | τα κατα πρ.] om τα A | τα επ αυτ.] om τα A 5 εκαθερισεν A | Ἰουδαν A 4 Νεφθαλειμ A 7 κατεκοφεν A | om πασης A | Ιερουσαλημ (Γλημ) seq ras 3 vel 4 litt in A 8 του καθαρισαι] pr οτε συνετελεσὲ A | οικον 1⁰] + της βασιλειας· απεστειλεν τον A | om απεστειλεν B | Μαασιαν A | πολεως] δυναμεως A | Ιουαχ] Ιωας A | Ιωαχ] Ἰωαχαζ A | αυτου 2⁰, 3⁰] εαυτου A 9 Χελκιαν BᵇA | ιερεαν A | εδωκεν A | θεου] κυ A)

121
ἐν Ἰσραὴλ καὶ υἱῶν Ἰούδα καὶ Βενιαμεὶν καὶ οἰκούντων [*](Β) ἐν Ἰερουσαλήμ.

καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα οἱ κατεσταμένοι ἐν οἴκῳ Κυρίου, καὶ ἔδωκαν αὐτὸ ποιοῦσι τὰ ἔργα οἱ ἐποίουν ἐν οἴκῳ Κυρίου, ἐπισκευάσαι κατισχῦσαι τὸν οἶκον.

καὶ ἔδωκαν τοῖς τέκτοσι καὶ τοῖς οἰκοδόμοις, καὶ ἀγοράσαι λίθους τετρα- πέδους καὶ ξύλα εἰς δοκοὺς στεγάσαι τοὺς οἴκους οὓς ἐξωλέθρευσαν βασιλεῖς Ἰούδα.

καὶ οἱ ἄνδρες ἐν πίστει ἐπὶ τῶν ἔργων, καὶ ἐπʼ αὐτῶν ἐπίσκοποι Ἰὲ καὶ Ἀβδειὰ οἱ Λευεῖται ἐξ υἱῶν Μεραρεί, καὶ Ζαχαρίας καὶ Μοσολλὰμ ἐκ τῶν υἱῶν Καάθ ἐπισκοπεῖν, καὶ πᾶς Λευείτης πᾶς συνιῶν ἐν ὀργάνοις ᾠδῶν.